Fragmenta in Acta et epistulas catholicas Unit 1 opening
Unit 1.
Lemma-led open — Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ
Greek
Fragmenta in Acta apostolorum et in epistulas catholicas Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Κυρίλλου. Οὐ γὰρ περιεργάζεσθαι χρῆναι τὰ λίαν ἀπόῤῥητα καὶ ἐν Θεῷ κεκρυμμένα, καὶ διὰ τούτων ἐδίδασκεν· ἰέναι δὲ μᾶλλον ἐθέλειν καὶ σφόδρα νεανικῶς ἐπὶ τὸ σφίσι λυσιτελές· καὶ πληροῦν ἐθέλειν τῆς ἀποστολῆς τὴν διακονίαν ἀνατεθεικότας Θεῷ τῶν ὅλων τὴν γνῶσιν. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. Κυρίλλου. Οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτάς· οἱ δὲ συνῆσαν διερμηνεύοντες, καίτοι πάλαι τὸ οὖς οὐκ ἐν τριβῇ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν. ∆εδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διϊσχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ' ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς, καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· Ὅτι ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως πιστεύσουσιν. Ἔνειμε διαφόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν. Ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τελειοτάτην ἔχει τὴν σύστασιν. Καὶ μετ' ὀλίγα· Ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ' ἡλίῳ μυσταγωγοὶ, γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς. Ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰουδαίαν, Ἑβραῖοί τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις· καὶ διεπεραίνετο μὲν τὸ 74.760 χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι. Γέγραπται γὰρ, ὡς Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ τὰ ἑξῆς. Ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάντες. Ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν· ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προὐργιαιτάταις. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω. Τοῦ ἁγίου Κυρίλλου. Τὰ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενησόμενα προδιδάσκει σαφῶς, καὶ τὰ δι' αὐτὸν τοῖς Ἰουδαίοις συμβαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν τὴν μεγάλην καὶ ἐπιφανῆ, τὴν τῆς ἀναστάσεώς φησιν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα.
About this text
Cyril of Alexandria, Fragmenta in Acta et epistulas catholicas (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Acta et epistulas catholicas — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.