Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, κ. τ. λ. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ' ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. Βεβαπτίσμεθα γὰρ οὕτως εἰς τὸν αὐτοῦ θάνατον, ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα. Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτὸν, ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόῤῥητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν. Ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεϊκῶς μὲν ἀπαθὴς, παθητὸς δὲ κατὰ τὴν σάρκα. Εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροὶ, πρόθυμοι, οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ' ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαις· εἶτα πρὸς τοῦτο καὶ τὸν τῆς φιλοξενίας κερδανοῦσι μισθόν. ∆εχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν. Λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν, ὄκνον· κάματος δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται. Μὴ ξένον τοῦτον νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀῤῥωστίας σωματικάς· ἁλλ' ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε. IN EPISTOLAM IIB. PETRI. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ' ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. Λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρε ποῦς δόξης. Κυρίλλου. Μῦθοι γὰρ ὄντως καὶ ἀνθρώπινα σοφίσματα τῶν αἱρετικῶν τὰ προβλήματα, οὕστινας ἐκτρέπεσθαι βουλόμενος ἡμᾶς ὁ Παῦλος γράφει· Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, καὶ τὰ ἑξῆς. Ἄρχεται μὲν ἤδη τῆς κατὰ τῶν αἱρετικῶν ἐπιδρομῆς· καθὸ ἐκεῖνοι, τὴν ἀλήθειαν οὐκ ἔχοντες, ποικίλοις λόγοις ἀναγκάζονται περιπλάττειν τὸ ψεῦδος. Ἀλλ' ἡμεῖς οὐχ οὕτω, φησὶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐθεασάμεθα, μετ' αὐτοῦ ὄντες ἐν τῷ ὄρει· ἔχομεν οὖν καὶ τοὺς προφήτας ταύτην αὐτὴν τὴν ἀλήθειαν ἡμῖν προμηνύσαντας, καὶ οὕτως διὰ τῆς ὄψεως βεβαιότερος τῶν προφητῶν ὁ λόγος ἡμῖν ἐγένετο· ἃ γὰρ ἐκεῖνοι εἶπον, ταῦτα παρὼν ὁ Χριστὸς ἐπιστώσατο. Καὶ μάρτυρες ἡμεῖς, οἱ καὶ τὴν μαρτυρίαν ἀκούσαντες 9
About this text
Cyril of Alexandria, Fragmenta in Acta et epistulas catholicas (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Acta et epistulas catholicas — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.