Unit 1 rem early
Rem early: Unit 1; historia and theoria toward Christ.
Greek
μετανοοῦσα Συναγωγὴ πρὸς Χριστόν· ∆ήλωσόν μοι σαυτὸν, ὅπως μὴ [cod. μοι] τῶν ἑταίρων σου ποιμαίνων τὰς Ἐκκλησίας, ἐγὼ ἐπὶ τὴν καρδίαν μείνω τὸ κάλυμμα ἔχουσα. Ἐὰν μὴ γνῷς σεαυτήν. Ἤγουν, εἰ μὴ μετανοήσῃς, φησὶν, ὀπίσω τῶν ἐθνῶν εὑρεθήσῃ· ἅτε μὴ ἔχουσα καρποὺς δικαιοσύνης, ἄκαρπος μένουσα, καὶ ὀπίσω ποιμνίων ὧν ἐμαυτῷ συνεστησάμην. Τῇ ἵππῳ μου ὡμοίωσά σε. Ἤγουν δεξαμένη τὴν ἐμὴν, ὦ Ἐκκλησία, πίστιν, τοῖς ἀποστόλοις εἰκάσθης· περὶ ὧν τὸ, Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία· οἳ καὶ κατὰ τῶν ἁρμάτων εὐτρεπίσθησαν τοῦ νοητοῦ Φαραώ. Σιαγόνες σου ὡς τρυγόνος. Ἤγουν τὴν αἰδὼ τὴν πρὸς τὸν νυμφίον παρίστησι διὰ τῆς τρυγόνος. Ἐρυθραὶ γὰρ τῆς τρυγόνος αἱ σιαγόνες. Τῇ δὲ Συναγωγῇ τοὐναντίον, Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Λέγει τράχηλον τὸ ὑποτακτικὸν τῆς ψυχῆς· πῶς γὰρ κόσμος καλὸς, αὐχὴν μελετήσας φέρειν τοῦ Χριστοῦ τὸν ζυγόν. Ἤγουν ἀργύριον μὲν ἐν τῇ Γραφῇ συνήθως, ἡ 69.1281 θεία διδασκαλία· χρυσίον δὲ, τὰ θεῖα χαρίσματα. Πάντα δὲ, πρὸ τῆς ἐπιδημίας Χριστοῦ, ὁμοιώματα ἦν καὶ σκιὰ τῶν μελλόντων, κατὰ τὸν Ἀπόστολον, ἀγαθῶν. Ἀναστὰς δὲ Χριστὸς τὰ τέλεια τοῖς ἀνθρώποις δεδώρηται· πρὸ δὲ τῆς ἀναστάσεως ὁμοιώματα εἴχομεν, παρὰ τῶν ἐπαίνων [ita cod.] αὐτοῦ, τοῦ τε νόμου καὶ τῶν προφητῶν. Νάρδῳ καὶ ἀποδέσμῳ στακτῆς ὁ ἐνταφιασμὸς σημαίνεται Χριστοῦ· ἃ Νικόδημος φέρων ἐνετύλιξε τὸ σῶμα αὐτοῦ. Μαστοὺς δὲ φέρει τὰς δύο ∆ιαθήκας ἡ νύμφη, ὧν ὁ Χριστὸς ἀνὰ μέσον αὐλίζεται. Καλὴν αὐτήν φησιν, οὐχ ὡς 1 πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ, ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον, τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν καὶ τὸ πρακτικόν. Ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρδίαν φησίν· καὶ περιστερᾶς τὸ διορατικοὺς, καθ' ὃ καὶ εἰς Πνεῦμα λαμβάνεται. Λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ νύμφη
About this text
Cyril of Alexandria, Fragmenta in Canticum canticorum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Canticum canticorum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.