Fragmenta in Canticum canticorum Unit 3 opening
Unit 3.
Lemma-led open — μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς. Στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰω
Greek
μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς. Στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντα. Μαρμάρινοι δὲ, οὕσπερ εἶπε Παῦλος ἑδραίωμα· διὰ τὸ ἑδραῖον καὶ ἀσάλευτον, καὶ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζοντές τε καὶ ἐρείδοντες. Ἀλλὰ καὶ τὸ τὸν Θεὸν ἀγαπᾷν ἐξ ὅλης τῆς καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτὸν, ὡς διὰ στύλων μαρμαρίνων, τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζειν. Ὁ γὰρ ἐν ταῖς δυσὶ ταύταις τελειωθεὶς ἐντολαῖς, στύλος καὶ ἑδραίωμα τῆς Ἐκκλησίας κατασκευάζεται· ὥστε τοῖς δυσὶ τούτοις κατορθώμασιν, ὅλον τὸ σῶμα τῆς Ἐκκλησίας, καθάπερ κνήμαις τισὶν ἐπερείδεσθαι, τοῦ χρυσίου θεμελίου τῆς κατὰ πίστιν βάσεως τὸ ἀκλινὲς καὶ ἀμετάθετον καὶ τὸ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς
About this text
Cyril of Alexandria, Fragmenta in Canticum canticorum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Canticum canticorum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.