Fragmenta homiliae de uno filio Fragments opening
Fragments.
Lemma-led open — Παρεισέδυσαν
Greek
Fragmenta homiliae de uno filio Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς περὶ ἑνὸς υἱοῦ. ΕΙ γὰρ εἷς ἐστιν ἰδικῶς Υἱὸς ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, εἷς δὲ ὁμοίως ἰδικῶς καὶ ἕτερος παρ' αὐτὸν ὁ ἐκ σπέρματος ∆αυεὶδ, τῇ πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν κοινωνίᾳ τιμώμενος, πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι ὁ μὲν δίδωσιν, ὁ δὲ λαμβάνει· ὁ μὲν στεφανοῖ, ὁ δὲ στεφανοῦται· καὶ ὁ μέν ἐστι φύσει Κύριος, ὁ δὲ οὐκ ἔστι; τίνες οὖν οἱ ταῦτα λέγοντες καὶ φρονοῦντες, ἢ ποῖον αὐτῶν τὸ κρῖμα, τοὺς ἁγίους ἐρωτήσωμεν μαθητάς. ἄκουε λέγοντος ἐναργῶς "Παρεισέδυσαν "γάρ τινες ἄνθρωποι, οἱ καὶ πάλαι προγεγραμμένοι εἰς τοῦτο "τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ χάριν μετατιθέντες καὶ τὸν "μόνον ∆εσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνού"μενοι." πῶς οὖν μόνος ἐστὶ δεσπότης Ἰησοῦς Χριστὸς ὁ κοινωνὸς τῆς ἑτέρου δεσποτείας γεγονὼς, εἰ κατὰ χάριν ἔχει τοῦτο, εἰ δοτὸν αὐτῷ καὶ αὐτὸ τὸ τῆς υἱοθεσίας ἀξίωμα, εἰ μηδὲν ὅλως αὐτοῦ, πάντα δὲ μᾶλλον ἑτέρου τοῦ δόντος αὐτῷ; μόνον ἔφη δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐκ Θεοῦ Λόγον· πῶς οὖν συνάπτεις αὐτῷ κοινωνὸν τὸν ἐκ σπέρματος ∆αυείδ; οὐκ ἐᾷς γὰρ μόνον εἶναι δεσπότην, 453 μερίζων αὐτοῦ τὴν κυριότητα καὶ προσνέμων ἑτέρῳ. οὐκοῦν λέγομεν τοῖς οὕτω φρονεῖν ἑλομένοις, τὸ διὰ φωνῆς Ἡλίου "Εως πότε χωλανεῖτε ἐπ'
About this text
Cyril of Alexandria, Fragmenta homiliae de uno filio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta homiliae de uno filio — new OET from PG 77 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.