Fragments on the One Son · §frag-rem-early

Fragments rem early

Rem early: Fragments; historia and theoria toward Christ.

Greek

ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;" οὐδὲν παρ' ὑμῖν ὀρθὸν, χωλεύει δὲ πάντα καὶ πολλὴ σαθρότης ἐννοιῶν· ἀλλ' οὐ ταῖς τινῶν εἰκαιοβουλίας ἑψόμεθα, Χριστὸν δὲ μᾶλλον ὁμολογοῦμεν ἕνα τῇ φύσει καὶ ἀληθῶς ἐκ Πατρὸς Λόγον, καὶ ἐν προσλήψει γεγονότα σαρκὸς καὶ αἵματος. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὑπὸ κατάραν ἐσμὲν οἱ εἰς Χριστὸν πιστεύσαντες, εἰ μὴ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ὁ ἐκ παρθένου σαρκωθείς· ἔφη γάρ που περὶ αὐτοῦ ὁ προφήτης Ἡσαΐας "Καὶ ἔσται ἡ "ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ "ἔθνη ἐλπιοῦσι." πῶς οὖν ἐπ' αὐτῷ τὰς ἐλπίδας ἔχοντες, οὐκ ἐσμὲν ἐπάρατοι εἴπερ ἐστὶν ἀληθὴς ὁ προφήτης Ἱερεμίας λέγων "Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον;" ἀλλ' οὐκ ἐπ' ἀνθρώπῳ τὰς ἐλπίδας ἐσχήκαμεν οἱ εἰς Χριστὸν πιστεύσαντες· Θεὸς ἄρα ἐστὶν εἷς καὶ μόνος καὶ κατὰ ἀλήθειαν Υἱὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, ὃς ἔποχος ὢν τῷ πώλῳ κατὰ τὴν τῶν εὐαγγελιστῶν πίστιν ἀνέβαινεν εἰς Ἱεροσόλυμα, εἶτα προυπήντων εὐφημοῦντα μειράκια καὶ δὴ καὶ ἔφασκον "Ὡσαννὰ τῷ υἱῷ ∆αυεὶδ, εὐλογημένος ὁ "ἐρχόμενος ἐν ὀνόματι Κυρίου."

About this text

Cyril of Alexandria, Fragmenta homiliae de uno filio (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta homiliae de uno filio — new OET from PG 77 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.