Fragments rem early
Rem early: Fragments; historia and theoria toward Christ.
Greek
Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐεργετοῦντας αὐτῷ· τῷ γε μὴν ∆ανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρεστοῦντας αὐτῷ. Καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου ἐκ κορυφῆς. Cat. f. 208. Κέδροις μὲν ἀπεικάζει ταῖς ὑψηλαῖς καὶ εὐκοσμοτάταις τοὺς ἐξ Ἰσραὴλ, ἐν οἷς τὸ ἐπίλεκτον, καὶ οἱονεί τις καρδία γέγονεν ὁ μακάριος ∆αβὶδ, ἐξ οὗ λαβὼν ὁ Θεὸς καὶ Πατὴρ κατεφύτευσε τὸν Ἐμμανουὴλ, ὃς καὶ εἰς κέδρον ἀνέστη μεγάλην, καὶ εἰσεδέξατο πάντας εἰς ἰδίαν σκιάν· ἔγνω τε λοιπὸν ἡ ὑφήλιος σύμπασα τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ δύναμίν τε καὶ ἐξουσίαν. Τεταπείνωκε γὰρ τὸ ξύλον τὸ ὑγρὸν, φῦναι δὲ καὶ ἀναβλαστῆναι παρεσκεύασε τὸ ξύλον τὸ ξηρὸν, τουτέστιν ἐξ ἐθνῶν Ἐκκλησίαν, ταῖς τοῦ διαβόλου
About this text
Cyril of Alexandria, Fragmenta in Ezechielem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Ezechielem — new OET from PG 70 Greek.
Witnesses
- Copy-text PG 70 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.