Fragmenta in epistulam ad Hebraeos Unit 5 opening
Unit 5.
Lemma-led open — Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς
Greek
τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι "Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς "μου," ποτὲ δέ "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ "Θεός." Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν καίτοι πάλαι "μερίδες "ἀλωπέκων" ὄντες, καθά φησιν ὁ ∆αυείδ. ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι τοῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ' αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός. καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν "Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ "ἦσαν κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν ἣν δέδωκάς "μοι δέδωκα αὐτοῖς." καίτοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων χάριτι μεθ' ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν. κατεσφράγισε γὰρ τῷ ἰδίῳ Πνεύματι πρὸς υἱοθεσίαν καὶ ἐν αὐτῷ "κράζομεν Ἀββᾶ ὁ πατήρ." οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τε ἐσμὲν καὶ σαρκὶ καὶ ἐν φθαρτοῖς καὶ γηΐνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας 394 καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ζωὴ κατὰ φύσιν ὑπάρχων μετέσχε τῶν αὐτῶν καὶ οὐ καθ' ἕτερον τρόπον ἀλλὰ παραπλησίως ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατισχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρεκάλει λέγων ὁ μακάριος ∆αυείδ "Ἵνα τί, Κύριε, ἀφέστηκας "μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσι;" ταύτῃτοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν ἀλλὰ δὴ γέγονεν ἐγγύστερον μεθ' ἡμῶν ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς γένος τουτέστιν ὁ ἄνθρωπος, καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν "ἀνακεφαλαιώσα"σθαι τὰ πάντα ἐν τῷ Χριστῷ" ἵνα λοιπὸν ἀτονήσῃ θάνατος καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾶν τοῖς ἐπιγείοις σώμασιν. Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος "Ἐπειδὴ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου "ἀνάστασις νεκρῶν." ἔδει γὰρ ἔδει τὸ πεπονθὸς θεραπεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς καταργεῖσθαι θάνατον. ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρούσασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρηται καὶ τῶν ἐκείνου δειμάτων ὡς ἐπ' αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾶν "Ποῦ σοι θάνατε "τὸ νῖκος, ποῦ σου ᾅδη τὸ κέντρον;" ζωὴ γὰρ ὑπάρχων 395 οὐσιωδῶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσων
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.