Fragments on Hebrews · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; spiritual reading with the letter.

Greek

ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. Γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν "ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον," καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις τὸ πειρασθεὶς ἀντὶ τοῦ πεπονθὼς ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, 397 πάντας ἡμᾶς ἠλευθέρου καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν. οὐκοῦν βεβοήθηκε τοῖς πειραζομένοις εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, "ἵν' οἱ "ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀπο"θανόντι καὶ ἐγερθέντι." Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ Χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων "Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλο"τριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς "πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρ"κὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ "ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, εἴ γε ἐπιμέ"νετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετα"κινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε." σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν Ὅθεν ἀδελφοὶ κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ. ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι' αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μωυσέως ἐδίδου νόμος, ἀλλ' ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς 15 μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι "Καὶ καθὼς "ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν "εἰκόνα τοῦ ἐπουρανίου," καὶ πάλιν "Ὁ πρῶτος ἄνθρωπος "ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἐξ οὐρανοῦ. οἷος ὁ χοϊκὸς, τοι"οῦτοι καὶ οἱ χοϊκοὶ, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ "ἐπουράνιοι." γεγόναμεν τοίνυν ἐπουράνιοι, μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ 398 τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν "ἐν οὐρανοῖς τὸ "πολίτευμα." οὐ γὰρ τοῖς ἀρχαίοις ἐν ἴσῳ προσεληλύθαμεν ἡμεῖς "ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ "καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων," προσεληλύθαμεν δὲ μᾶλλον "Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ "ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ "πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ Θεῷ "πάντων καὶ πνεύμασι δικαίων

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.