Fragmenta in epistulam ad Hebraeos Unit 6 opening
Unit 6.
Lemma-led open — Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν
Greek
φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ 400 εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων ἀλλ' ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος "Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν "μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκη"νῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, "οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου "αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν "εὑρόμενος." ἐπράττετο μὲν γὰρ δι' αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω, πολλοῦ γε καὶ δεῖ, σέσωκε γὰρ τὴν ὑπ' οὐρανὸν αἵματι τῷ ἰδίῳ καὶ "οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης "γέγονεν ἱερεὺς ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·" προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας, καὶ γὰρ ἦν "ἀδύνατον αἷμα ταύ"ρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας," ὅθεν καὶ δευτέρας διαθήκης ἐξῃτήθη τόπος, οὐκ ἐχούσης ἐφ' ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν. καὶ τούτου μάρτυς γένοιτ' ἂν ἡμῖν οὐ ψευδοεπὴς ὁ μακάριος Παῦλος, ἔφη γὰρ πάλιν περὶ αὐτοῦ "∆ιὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσ"φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ"ματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον Ἰδοὺ ἥκω, "ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ "Θεὸς τὸ θέλημά σου." τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγεται; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος; Εἰσβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τοπικῶς δὲ μᾶλλον ἀλλὰ φυσικῶς ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα γένηται τεθνεὼς σαρκὶ κατὰ τὰς γραφάς. γέγονε γὰρ "διὰ τοῦτο "καινῆς διαθήκης μεσίτης ὅπως θανάτου γενομένου εἰς ἀπο"λύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν "ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονο"μίας." ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος, προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ ὁμοούσιον Τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς οὐχ ὡς ἑτέρῳ
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.