Unit 6 rem close
Rem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek
ἐνεστηκότος ἤδη καιροῦ καθ' ὃν ἔδει τοῦτο πληροῦν, κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν' ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις "Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ "ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν· ὁ γὰρ "κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι," κατὰ τὸ γεγραμμένον. παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ πάλιν οὕτω φησίν "Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ "καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν "εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ Πατὲρ ἐν ἐμοὶ κἀγὼ "ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν ἵνα ὁ κόσμος πιστεύῃ 405 "ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι "δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς ἓν, ἐγὼ ἐν "αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν." Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλαΐσμα τετηρηκόσι τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος υἱὸς ὁ ἐκ τῆς ἁγίας παρθένου γεγενημένος ναὸς, ἀλλ' ὅτι γέγονε μὲν κατὰ τὰς γραφὰς, "σὰρξ "ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν," οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ' ἔστιν Υἱὸς εἷς καὶ Κύριος εἷς Ἰησοῦς ὁ Χριστός. Καὶ διικνούμενος ἄχρι μερισμοῦ. Τὸ γεμήν ∆ιικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ἔστι καὶ οὕτως νοῆσαι, ὅτι τὸ παρὰ Θεοῦ κήρυγμα διαιρεῖ καὶ μερίζει τὰ τῆς ψυχῆς μέρη, δεκτικὴν ποιοῦν καὶ χωρητικὴν τῶν ἀκουομένων. 406 Γῆ ἐκφέρουσα ἀκάνθας. Ἣ γεμὴν ῥᾴθυμος ψυχὴ παρεικάζοιτο ἂν εἰκότως γῇ πονηρᾷ καὶ ἁλμάδι, δεχομένῃ μὲν πολλάκις παρὰ τῶν γηπονεῖν εἰωθότων τὰς τῶν σπερμάτων καταβολὰς, τικτούσῃ δὲ τὸ σύμπαν οὐδέν· εἰς ποῖον δὲ αὐτῇ τέλος ἡ ῥᾳθυμία ἐκβήσεται, ἄπρακτον ἀποφηνάσῃ τὴν δοθεῖσαν αὐτῇ παρὰ τοῦ Θεοῦ δωρεὰν, διδάξει λέγων ὁ Παῦλος, ὅτι τὸ τέλος αὐτῆς εἰς καῦσιν. βούλει καὶ διὰ πραγμάτων τὸ εἰρημένον ἰδεῖν ἀληθές; γέγονέ ποτε γῆ καρποφόρος ὁ Ἰσραήλ "Ἄμπελος "εὐκληματοῦσα," κατὰ τὸ γεγραμμένον· ταύτῃ γεγόνασιν ἐν τάξει νεφῶν οἱ μακάριοι προφῆται, καὶ θείοις αὐτὴν κατάρδοντες λόγοις, ὠφελεῖν ἐσπούδαζον, ἀλλ' "ἐποίησεν "ἀκάνθας," ἀγρία γέγονε καὶ ὑλομανής· δέδοται τοίνυν εἰς καῦσιν, τουτέστιν ἠχρειώθη παντελῶς, καὶ τῷ πυρὶ τεταμίευται. Χρυσοῦν ἔχουσα θυμιατήριον κ.τ.λ. Ἀλλὰ ταῦτα μὲν διὰ μακροῦ περὶ τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ εἴρηται· ἀναλαβόντες δὲ διὰ βραχέων αὖθις ἐροῦμεν ὅτι τρεῖς ἦσαν τόποι τῆς σκηνῆς· ὁ μὲν ἔξω ἀφωρισμένος πᾶσι, μεθ' ὃν τὸ πρῶτον καταπέτασμα, τὸ καὶ ἐπίσπαστρον 407 ἀπὸ τοῦ ἐφέλκεσθαι καλούμενον, ὃ διεῖργε τὴν αὐλὴν, εἰς ἣν πάντες κοινῶς εἰσῄεσαν, ἐν ᾗ καὶ ἔθυον κατὰ τοῦ χαλκοῦ 19
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.