Unit 7 rem mid
Rem mid: Unit 7; lemma continues; spiritual reading with the letter.
Greek
αὐτῇ λείψανον ἀνθρωπότητος ὁμοῦ γυναιξὶ καὶ τέκνοις· ὁ πίστιν ἔχων τὸ καύχημα. Πίστει προσήνεγκεν Ἁβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος. Ἀλλ' οὐ δύναμαι τοῦ μεγάλου τούτου ἀποστῆναι θαύματος· πρεσβύτης ἦν ὁ μακάριος Ἁβραὰμ, ἐθρήνει τὴν ἀπαιδίαν, ἐζήτει παρὰ Θεοῦ κληρονόμον ἐξ ἐλευθέρας· εἶτα λαβὼν, καὶ ἐπ' αὐτῷ πᾶσαν ἔχων τὴν τοῦ γένους ἐλπίδα καὶ τὸ τῆς θείας ὑποσχέσεως τέλος, προσετάττετο θύειν αὐτόν· τί οὖν ὁ πρεσβύτης; ἐννοῶ μὲν ἐν ὅσαις γέγονε δυσθυμίαις· ἡ φύσις αὐτὸν ἐβιάζετο πρὸς φιλοστοργίαν, τὸ θεῖον ἐκάλει πρόσταγμα πρὸς ὑπακοήν· προσέκειτο τῷ παιδὶ μόνον ἔχων αὐτὸν, ἐδεδίει προσκροῦσαι Θεῷ· καὶ καθάπερ τι δένδρον μέγα τε καὶ εὐμηκέστατον ταῖς τῶν ἀνέμων ἀντιπνοίαις τῇδε 413 κἀκεῖσε διαῤῥιπτούμενον μονονουχὶ μεθύει καὶ σείεται, οὕτω γέγονεν ἡ τοῦ δικαίου ψυχή· πῶς οὖν ἄρα τὸν τοῦ πειρασμοῦ χειμῶνα νενίκηκεν; ὁ νομομαθέστατος Παῦλος διδάξει λέγων Πίστει προσήνεγκε τὸν Ἰσαὰκ πειραζόμενος, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δύναται ὁ Θεός. ὢ πίστεως ἑδραιότης· ὢ λογισμῶν ἁγιοπρεπῶν ἀσφάλεια· δέδωκε τῷ Θεῷ τὸ πάντα δύνασθαι κατορθοῦν· καὶ τί τὸ ἐντεῦθεν; εἰς ποῖον αὐτῷ τέλος ἐκδεδράμηκεν ἡ πίστις; τὸ γράμμα διδάξει τὸ ἱερόν· "Ἐπίστευσε γὰρ, φησὶν, Ἁβραὰμ τῷ Θεῷ, καὶ "ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην." Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Μᾶλλον δὲ ὧδε νοεῖν οἰκειότερον, ὅτι καίτοι ἐνὸν αὐτῷ τοῖς τῆς ἰδίας φύσεως ἀξιώμασιν ἐντρυφᾶν, καὶ ταῖς κατὰ πάντων ἀσυγκρίτως ὑπεροχαῖς θεοπρεπῶς ἐναβρύνεσθαι· τοῦτο γὰρ εἶναί φαμεν τὴν προκειμένην αὐτῷ χαράν· κεκένωκεν ἑαυτὸν καθεὶς ἐν τοῖς καθ' ἡμᾶς, ἵν' ὑπὲρ παντὸς τὸν κατὰ σάρκα θάνατον ἀνατλὰς, εἶτα πατήσας αὐτὸν διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, βάσιμον καὶ ἡμῖν ἀποφήνῃ τὸ 21 παλινδρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθορὰν, ὡς Θεὸς ἐκ Θεοῦ καὶ εἰ πέφηνε μετὰ σαρκὸς, τὸ ἐν ἐκείνοις αἶσχος καὶ τὸ ἐκτροπῆς ἀκαλλὲς κατηφάνισται τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱὸς, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσάμενος θάνατον διὰ τὴν ἑκούσιον κένωσιν. 414 Ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. ∆ανιὴλ γοῦν θεοπτίας ἡμῖν ἀναγράφων καὶ ὁράσεις προφητικὰς, καθίζει μὲν ἐπὶ θρόνου τὸν παλαιὸν ἡμερῶν· περιίστησι δὲ αὐτῷ χιλίας μὲν χιλιάδας τῶν τεταγμένων εἰς λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν· Ἡσαΐας δὲ οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν "Εἶδον," γὰρ ἔφη, "τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ "καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ." καὶ "Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ," καὶ ἐκεκράγεσαν τὸν ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.