Fragments on Hebrews · §u08-rem-mid

Unit 8 rem mid

Rem mid: Unit 8; lemma continues; spiritual reading with the letter.

Greek

δὲ ἔξω τῆς πύλης, ἔξω τοῦ κόσμου νοεῖν ἔοικε· ζωῆς γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς τὸ θέλειν ἕπεσθαι τῷ Χριστῷ. 419 Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας κ.τ.λ. Σὺ δέ μοι ὅρα πάλιν, ὅπως ἐνθάδε Θεὸν ὁ Παῦλος τὸν Υἱὸν ἀποκαλεῖ· εἰ γὰρ αὐτός ἐστιν ὁ σύμπαν ἄγων εἰς κρίσιν τὸ ποίημα, καὶ ἀποδιδοὺς "ἑκάστῳ κατὰ τὰ ἔργα "αὐτοῦ," διά τε τοῦτο τοὺς εὖ ποιοῦντας τὸν πλησίον ἀποδεχόμενος καὶ λέγων "∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμέ"νην ὑμῖν βασιλείαν, ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν," καὶ τὰ ἑξῆς, πῶς οὐκ ἔσται Θεὸς ὁ οὕτως ἀποκεκλημένος διὰ τῆς ἀψευδοῦς τῶν ἁγίων φωνῆς, καὶ τὰς τῶν εὖ ποιούντων θυσίας ἀποδεχόμενος, ἀποδιδούς τε ἑκάστῳ τὴν αὐτῷ πρέπουσαν ἀμοιβὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσπέμπων τὸν τῶν ἁγίων χορόν; 420 Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ' ὑπόστασιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀλλ' οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπράχθαι φαμὲν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ' ὅπερ ἐστὶν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν Λόγον. Κυρίλλου ἐκ τῶν εἰς πρὸς Ἑβραίους δευτέρου τόμου. "Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν" κατὰ τὸ γεγραμμένον· ἀποδιιστάντες γὰρ ἀλλήλων τὰς δύο φύσεις, καὶ ἀνὰ μέρος ἡμῖν ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύοντες, ἐν μόνοις προσώποις φασὶ γενέσθαι τὴν ἕνωσιν· καὶ ὡς ἔν γε ψιλῇ συναινέσει καὶ ταυτοβουλίᾳ καὶ θελημάτων ῥοπαῖς· κατ' ἐκεῖνό που τάχα τὸ ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων 421 γεγραμμένον "Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ "καρδία καὶ ἡ ψυχὴ μία." ἑκάστου γὰρ τῶν πεπιστευκότων κατά γε τὸν τῆς ἰδίας ὑποστάσεως λόγον διεσχοινισμένου τῶν ἄλλων, ὅσον ἧκεν εἰς ταυτοβουλίαν καὶ τὴν ἑνότητα τῆς πίστεως, ψυχὴ πάντων εἶναι μία λέγεται καὶ καρδία· ἆρα οὖν καὶ κατὰ τοῦτον καὶ αὐτοὶ τὸν τρόπον, τῶν προσώπων τὴν ἕνωσιν ὁμολογεῖν ἐγνώκασι; Καὶ μετὰ βραχέα· Καὶ οὐδέπω φαμὲν ἐν τῷ ἀνθρωπίνῳ σώματι τὴν τοῦ Θεοῦ Λόγου περιγεγράφθαι φύσιν· ἄποσον γὰρ τὸ θεῖον. Εἶτα ἐπάγει· Ὄψεταί τις ἐν Χριστῷ τὸ ἀνθρώπινον τελείως ἔχον, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· ὁμοίως τε τέλειον τὸν ἐκ Θεοῦ φύντα Λόγον· πλὴν ἕνα τὸν ἐξ ἀμφοῖν ὁμολογήσει Χριστὸν καὶ Υἱὸν, οὐ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.