Fragments of the Homily That Christ Is One · §frag-rem-close

Fragments rem close

Rem CLOSEOUT: Fragments CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἄπρακτον ἀποφήνας, οὔτε μὴν ἁμαρτία κατὰ τὸ ἀληθὲς ὁ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀπαλείψας καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἁπάντας ἐλευθερῶν. τί οὖν ἄρα φορτικώτερον τὸ χρηματίσαι κατάραν καὶ ἁμαρτίαν ἢ τὸ μεθ' ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι κατὰ τὸ ἀνθρώπινον; οἰκειοῦται τοίνυν ἅπαντα τὰ τῇ ἀνθρωπότητι πρέποντα διά γε τὸ μεθ' ἡμῶν γενέσθαι κατὰ σάρκα. πότε τοίνυν γέγονεν ὑπὸ νόμον , ὁ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς ἐξηγήσεται λέγων "Οτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν "κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα "παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου "ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τὸ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ "Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν." ἀκούεις ὅπως εἰς ὄψιν ἄγεται τοῦ Πατρὸς ὡς ἄνθρωπος καθ' ἡμᾶς ὁ σύνεδρος αὐτῷ Θεὸς Λόγος ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς ἐν τοῖς πρωτοτόκοις γραφόμενος; ἅγια γὰρ καὶ ἱερὰ τῷ Θεῷ καὶ τὰ πρὸ τῆς ἐνανθρωπήσεως πρωτότοκα. ἔθυον οὖν ὑπὲρ αὐτοῦ κατὰ τὸν νόμον· συνετέλεσε δὲ καὶ τοῖς δασμολογοῦσι τὸ δίδραχμον καίτοι συντελέσαι μὴ ὀφείλων αὐτὸς διά τοι τὸ εἶναι κατὰ ἀλήθειαν Υἱός. καὶ γοῦν ἔφη πρὸς τὸν μακάριον Πέτρον "Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων "λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ "τῶν ἀλλοτρίων;" εἴποντος δὲ Πέτρου καὶ μάλα ὀρθῶς "̓Απὸ τῶν ἀλλοτρίων" ἔφη πάλιν αὐτός "Αρα ἐλεύθεροί "εἰσιν οἱ υἱοί." 2

About this text

Cyril of Alexandria, Fragmenta homiliae quod unus est Christus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta homiliae quod unus est Christus — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.