Fragments of the Homily That Christ Is One · §frag-rem-mid

Fragments rem mid

Rem mid: Fragments; lemma continues; spiritual reading with the letter.

Greek

ἡμῶν υἱὸς ἀνθρώπου. ἀλλ' εἴπερ ᾔδεσαν οὐκ ὄντα Θεὸν αἱ ἄνω δυνάμεις οὐδὲ φύσει καὶ ἀληθῶς Υἱὸν τὸν ἐκ σπέρματος ∆αυεὶδ κατὰ σάρκα, πῶς ἂν ἠνέσχοντο προσκυνεῖν αὐτῷ; οὐκοῦν ὃν προσκυνοῦσιν ἄγγελοι, μὴ ἀτιμάσῃς αὐτὸς, ἕτερον εἶναι λέγων υἱὸν κατὰ μόνας καὶ ἰδικῶς· πίστευε δὲ μᾶλλον ὡς εἷς καὶ μόνος ἐστὶν Ἰησοῦς Χριστὸς ὁ αὐτὸς ἐκ Πατρὸς θεϊκῶς κατὰ τὴν ἄφραστον γέννησιν, καὶ ἐκ γυναικὸς κατὰ σάρκα διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Τοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς ὅτι εἷς Κύριος Ἰησοῦς Χριστός. Πρὸς δὴ τὰ τοιαῦτα φαῖεν ἂν ἴσως οἱ φιλονεικεῖν ἐθέλοντες Οὐκοῦν ὁ φύσει καὶ ἀληθῶς Υἱὸς 1 τοῦ Θεοῦ γέγονεν ὑπὸ νόμον; εἶτα τί τὸ λυποῦν εἰπέ μοι κἂν εἰ τοῦτο λέγοιτο παθεῖν; εἰ γὰρ πιστεύομεν ὅτι γέγονε σὰρξ τουτέστιν ἄνθρωπος ὁ καθ' ἡμᾶς γενέσθαι καταξιώσας, διατί μὴ μεθ' ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι λέγοιτο; ὥσπερ γὰρ εἰ καὶ γέγονε καθ' ἡμᾶς, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ ἡμᾶς· καὶ εἰ κτίσεως κεχρημάτικε μέρος διὰ τὸ ἀνθρώπινον, ἔχει καὶ οὕτω τὸ ὑπὲρ πᾶσαν εἶναι τὴν κτίσιν. καὶ ὥσπερ μορφὴν δούλου λαβὼν οὐδὲν ἧττόν ἐστι ∆εσπότης, ὡμολόγηται δὲ καὶ ὑπάρχειν τῶν ὅλων Κύριος· οὕτω κἂν εἰ λέγοιτο γενέσθαι τυχὸν ὑπὸ νόμον ὡς ἄνθρωπος, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ νόμον ὡς Θεός. τί γὰρ, εἰπέ μοι, φορτικώτερον τοῦ, γέγραπται περὶ αὐτοῦ ὅτι γέγονεν "ὑπὲρ "ἡμῶν κατάρα," καὶ πάλιν "Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ "ἡμῶν ἁμαρτίαν ἐποίησεν," ἀλλ' οὔτε κατάρα ἐστὶν ὁ τὴν 458 ἐφ' ἡμᾶς κατάραν

About this text

Cyril of Alexandria, Fragmenta homiliae quod unus est Christus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta homiliae quod unus est Christus — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.