Unit 1 rem early
Rem early: Unit 1; historia and theoria toward Christ.
Greek
ὁ μακάριος ∆αυείδ "̓Εγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης·" ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος περί τε Θεοῦ καὶ ἡμῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· οἷον ἐπὶ τῆς δικαιοσύνης, φαίη γὰρ ἄν τις καὶ οὐκ ἔξω λόγου Γινέσθω δίκαιος ὁ Θεὸς, πᾶς δὲ ἄνθρωπος ἄδικος. Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι. Ἡ τῆς τοιαύτης διαβολῆς πρόφασις ἐντεῦθεν γεγενήται· μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἱ υἱοὶ Ἰσραὴλ κελευσθέντες ὑπὸ Κύρου ἀναδείμασθαι τὸν νεὼν καὶ πληροῦν εὐχὰς καὶ προσάγειν θυσίας, γεγόνασι ῥᾴθυμοι, προφασιζόμενοι πτωχείαν καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ταλαιπωρίαν· ταύτῃ συμμέτροις ἐσωφρονίζοντο παιδείαις, ἀφορίαις 1 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγοντας, καὶ ἔφασκον ἀμείνους ἑαυτῶν ὑπάρχειν ἐκείνους· καὶ γοῦν ἔφασκε πρὸς αὐτοὺς Μαλαχίας ὁ προφήτης "Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς "λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε Ἐν τίνι κατελα"λήσαμεν κατὰ σοῦ; εἴπατε, φησί Μάταιος ὁ δουλεύων "Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, "καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παν"τοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ "ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα· ἀντέστησαν Θεῷ καὶ "ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, 178 "ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος "καὶ εἰσήκουσε." ταύτης ἕνεκα, φησὶ, τῆς αἰτίας ᾤοντό τινες τοὺς ἰουδαίους λέγειν Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά· ἔνδικον γεμὴν τὸ κρῖμα εἰπὼν, ἢ τῶν ἰουδαίοις ἐπιφημιζόντων ἐκεῖνα, ἤγουν τῶν λέγειν ἀποτολμώντων Ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται. Οἶδα ὅτι γέγραπται περί τινων, ὅτι "ἦσαν δίκαιοι ἀμφό"τεροι πορευόμενοι ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ "Χριστοῦ ἄμεμπτοι," καὶ ὁ μακάριος δὲ Παῦλος ἔφη, ὅτι καὶ αὐτὸς "κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γέγονεν ἄμεμ"πτος." ἀλλ' ὁ ἐν τούτοις ἄμεμπτος, οὔπω πέπραχε τὰ δι' ὧν ἔσται λαμπρὸς καὶ ἀοίδιμος· καὶ γοῦν αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ὡς ἡγεῖτο μὲν ἅπαντα τὰ ἐν νόμῳ ζημίαν καὶ ἐν ἴσῳ σκυβάλοις κατελογίζετο· ζητοίη δὲ πάλιν "τὸ "ὑπερέχον τῆς γνώσεως Χριστοῦ." κατακρίνει δὲ πάλιν ὁ νόμος τοὺς παραβαίνοντας· ταύτῃ τοι ἑτέρωθί φησιν "Εἰ "γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον "περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ·" πλείστης δὲ οὔσης ἐντολῆς ἐν αὐτῷ, πᾶσά πως ἀνάγκη καὶ τὸν ἀκριβῆ νομοφύλακα διαπταίειν ἔν τισι, καὶ παραβάτην νόμου καθίστασθαι. καὶ ὅτι φορτικὸς ἀληθῶς, διωμολογήκασιν ἐναργῶς οἱ θεσπέσιοι μαθηταί· ἔφασκον γάρ "Νῦν οὖν τί πειράζετε "τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, "ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;"
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.