Fragmenta in epistulam ad Romanos Unit 2 opening
Unit 2.
Lemma-led open — Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.
Greek
κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι, πρόξενος δὲ μᾶλλον καὶ δοτὴρ τῆς πρὸς Θεὸν οἰκειότητος, δι' ἁγιασμοῦ τε καὶ ἀφθαρσίας καὶ τῆς ἐν πίστει δικαιοσύνης. ταῦτα ἡμῖν ὁ σοφὸς ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως· οὐκοῦν ὡς δι' ἑνὸς ἀνθρώπου φησὶν ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ' ᾧ πάντες ἥμαρτον· εἰσέδυ μὲν γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις, βατὴν εἴργασται τὴν ἀνθρώπου διάνοιαν· "Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν." ἐκ προσώπου δὴ οὖν γεγονότες τοῦ παναγίου Θεοῦ διά τοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν ἀνθρώπου διάνοιαν "ἐπὶ τὰ πονηρὰ "ἐκ νεότητος," ἀλογώτερον διέζωμεν βίον· καὶ "κατέπιεν "μὲν ὁ θάνατος ἰσχύσας," ὡς ὁ προφήτης φησὶν, ἐπλάτυνε δὲ καὶ "ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα "αὐτοῦ τοῦ μὴ διαλιπεῖν·" ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ παρα 183 βάσεως γεγόναμεν μιμηταὶ καθ' ὃ πάντες ἥμαρτον, ταῖς ἴσαις ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ' οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπ' οὐρανὸν, καθῄρηται γὰρ ἡ ἁμαρτία, πέπτωκεν ὁ σατανᾶς, κατήργηται δὲ καὶ ὁ θάνατος. Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ. Ὁ νόμος ὁ διὰ Μωυσέως, ἔλεγχος ἦν, ὡς ἔφην, τῆς τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας· κατειργάζετο δὲ μᾶλλον ὀργήν· ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ διωρισμέναις ὑποφέρεσθαι δίκαις· οὗ δὲ δὴ ὅλως παραβάσεως τρόπος, ἐκεῖ που πάντως καὶ ἁμαρτία. καὶ εἴπερ ἐστὶν ἁμαρτία θανάτου πρόξενος, πᾶσά πως ἀνάγκη συνεῤῥῶσθαι λέγειν αὐτῇ καὶ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον· καθῃρημένῃ τε πάντως συγκατασείεσθαι, καὶ οἷά περ ἰδίᾳ συνδιολλύσθαι μητρί· ἦν οὖν ἄχρι νόμου ἁμαρτία φησὶν ἐν κόσμῳ· κειμένου γὰρ ἔτι τοῦ νόμου, καὶ τὰ τῆς παραβάσεως ἐγκλήματα κατὰ τῶν πταιόντων ἐκρατύνετο· ἀργοῦντος δὲ ἤδη, πέπαυται σὺν αὐτῷ τοῦ παραβαίνειν ἡ γραφή· πεπαυμένης δὲ τῆς ἁμαρτίας, ὡς ἔφην, συμπεπαύσεται καὶ ὁ θάνατος. Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως κ.τ.λ. Ἀλλ' εἰ τοῦτο, τίνα τρόπον φαίη τις ἂν κατεκράτησε τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος; εἰ γὰρ καί τινες οὐ γεγόνασι ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχοι, διά τοι τὸ μήπω τεθεῖσθαι τὸν νόμον, ἀλλ' ὑπέδυσαν καὶ αὐτοὶ τὴν φθορὰν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅμοιον ὡσεὶ λέγοι τυχόν Ἐπιτρέχοντος τοῦ θανάτου καθ' ὁμοιότητα τὴν Ἀδὰμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πως ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας. τύπον γεμὴν αὐτὸν τοῦ μέλλοντος εἶναί 184 φησι, τουτέστι Χριστοῦ, καίτοι παραγεγονότος ἤδη, καὶ τῆς
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.