Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
γῆς τὸν δι' ἑνὸς θάνατον, εὐσθενείας γεμὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ. 186 Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα κ.τ.λ. Προσεπάγει ταῖς προκειμέναις ἐννοίαις ὁ θεσπέσιος Παῦλος οἱονεὶ τὸ συμπέρασμα καί φησιν Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος καὶ τὰ ἑξῆς. κατακεκρίμεθα μὲν γὰρ, ὡς προεῖπον, ἐν Ἀδὰμ, καὶ ὡς ἐκ ῥίζης τῆς πρώτης εἰς ἅπαν διέβη τὸ ἐξ αὐτῆς, γενόμενος ὁ ἐξ ἀρᾶς θάνατος· δεδικαιώμεθα δὲ καὶ ἀνεβλαστήσαμεν εἰς ζωὴν, δικαιωθέντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. ἀφειδήσας μὲν γὰρ τῆς αὐτῷ δοθείσης ἐντολῆς ὁ προπάτωρ, προσκέκρουκε τῷ Θεῷ καὶ ὑπομεμένηκε τὰ ἐκ θείας ὀργῆς· κατώλισθε γὰρ εἰς φθοράν· τότε καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ἡ ἁμαρτία· οὕτω καὶ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, τουτέστιν οἱ ἀνὰ πᾶσαν τὴν γῆν. Ἀλλ' εἴποι τις ἄν Ναὶ παρώλισθεν ὁ Ἀδὰμ, καὶ τῆς θείας ἀλογήσας ἐντολῆς, φθορᾷ καὶ θανάτῳ κατεδικάζετο· εἶτα πῶς ἁμαρτωλοὶ δι' αὐτὸν κατεστάθησαν οἱ πολλοί; τί πρὸς ἡμᾶς τὰ ἐκείνου πταίσματα; πῶς δὲ ὅλως οἱ μήπω γεγενημένοι καταδεδικάσμεθα σὺν αὐτῷ; καίτοι Θεοῦ λέγοντος "Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων," οὔτε τέκνα ὑπὲρ πατέρων, "ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται·" τίς οὖν ἂν γένοιτο πρὸς ἡμᾶς τῆς ἀπολογίας ὁ τρόπος; οὐκοῦν ψυχὴ μὲν ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται· ἁμαρτωλοὶ δὲ γεγόναμεν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ διὰ τοιόνδε τρόπον· πεποίητο μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ καὶ ζωῇ, ἦν δὲ αὐτῷ καὶ ὁ βίος ἁγιοπρεπὴς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ὅλος ἦν καὶ διὰ παντὸς ἐν θεοπτίαις ὁ νοῦς, ἐν εὐδίᾳ δὲ καὶ γαλήνῃ τὸ σῶμα, κατηρεμούσης ἁπάσης αἰσχρᾶς ἡδονῆς· οὐ γὰρ ἦν ἐκτόπων κινημάτων θόρυβος ἐν αὐτῷ· ἐπειδὴ δὲ πέπτωκεν 5 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων 187 νόμος. νενόσηκεν οὖν ἡ φύσις τὴν ἁμαρτίαν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς, τουτέστιν Ἀδάμ· οὕτως ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὐχ ὡς τῷ Ἀδὰμ συμπαραβεβηκότες, οὐ γὰρ ἦσαν πώποτε, ἀλλ' ὡς τῆς ἐκείνου φύσεως ὄντες τῆς ὑπὸ νόμον πεσούσης τὸν τῆς ἁμαρτίας. ὥσπερ τοίνυν ἠῤῥώστησεν ἡ ἀνθρώπου φύσις ἐν Ἀδὰμ διὰ τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. ∆ιαλογιεῖταί τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνό που καὶ λέγει "Τύπος ἦν τοῦ μέλλοντος" ὁ Ἀδὰμ, καὶ ὥσπερ ἐν ἐκείνῳ κατεστάθημεν ἁμαρτωλοὶ διὰ τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα δι' ὑπακοῆς. ἔδει τοίνυν μεσολαβοῦντος, φησὶν, οὐδενὸς τὴν ἐν Χριστῷ δικαίωσιν τοῖς ἐπὶ γῆς ἀναφαίνεσθαι·
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.