Fragmenta in epistulam ad Romanos Unit 3 opening
Unit 3.
Lemma-led open — τῇ ἁμαρτίᾳ
Greek
ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατον ὁ Ἰησοῦς, κεχώρηκεν ἀναγκαίως ὁ μακάριος Παῦλος ἐπὶ τὸ ὅτι μάλιστα τῇ προκειμένῃ μυσταγωγίᾳ χρειωδέστατον· ἔδει γὰρ ὀνομάσαι τὸν πεπονθότα· ταύτῃτοί φησιν Ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. προκαταθέμενοι γὰρ ὥσπερ τὸ ἐκ συνειδήσεως ὀρθῆς ἀγαθὸν ἐπερώτημα εἰς Χριστὸν, καὶ πίστει παραδεξάμενοι ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἐτάφη καὶ ἀνεβίω, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐσχήκαμεν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τὴν τῆς ἁμαρτίας ὑπομένοντες νέκρωσιν, καὶ οἷον τῷ δι' ἡμᾶς τεθνεῶτι συναποθνήσκοντες διὰ τὸ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. ὁ μὲν γὰρ Χριστὸς "τῇ ἁμαρτίᾳ "ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ·" ἡμεῖς δὲ τὸν ἴσον αὐτῷ θάνατον ὑπομένομεν, καὶ μονονουχὶ συντεθάμμεθα, τὴν αὐτοῦ νέκρωσιν περιφέροντες ἐν ἰδίοις σώμασιν, συνετάφημεν δὲ τῷ Χριστῷ. τί δὴ ἄρα ἐντεῦθεν ἀποκερδαίνοντες, σαφηνιεῖ λέγων αὐτός Ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν· δεῖ γὰρ ἡμᾶς ὡς συντεθαμμένους καὶ συνανίστασθαι νοητῶς· καὶ εἴπερ ἐστὶ τεθνάναι τῇ ἁμαρτίᾳ τὸ συνθάπτεσθαι τῷ Χριστῷ, δῆλον ἂν εἴη δήπουθεν ὡς οὐχ ἕτερόν τι τὸ συνανίστασθαι νοοῖτ' ἂν εἰκότως, πλὴν ὅτι τὸ ζῆν ἐν δικαιοσύνῃ. Ἐγηγέρθαι μὴν διαβεβαιοῦται Χριστὸν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὐχ ὡς ἰσχύος ἐπιδεᾶ· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλλ' ὅτι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τῇ τῆς ἀνωτάτω φύσεως δόξῃ προσάπτειν ἔθος αὐτῷ τε Χριστῷ καὶ τοῖς αὐτοῦ. οὐκοῦν κἂν εἴ τι λέγοιτο κατορθοῦν ὁ Θεὸς 190 καὶ Πατὴρ, οὐκ ἐξ οἰκείου μὲν τῆς ἐφ' ἅπασιν ἐνεργείας αὐτοῦ τὸν Υἱόν· εἰ γὰρ πάντα γέγονε δι' αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέν τις ὡς ἐνήργηκε διὰ Υἱοῦ καὶ αὐτοῦ τοῦ ἁγίου σώματος τὴν ἀνάστασιν; καὶ γοῦν ὁ Υἱὸς ἐνεργὸν εἰς τοῦτο δεικνὺς ἑαυτὸν, τοῖς Ἰουδαίοις ἔφασκε "Λύσατε τὸν ναὸν "τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." ἄθρει δὴ οὖν ὅπως αὐτὸς ἐγείρειν ἐπαγγέλλεται τὸν ἴδιον ναὸν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀναστῆσαι λεγομένου· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ ζωοποιὸς δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ κ.τ.λ. Χρῆναί φησιν ὁ θεσπέσιος Παῦλος τοὺς συντεθαμμένους Χριστῷ καὶ συναναστήσεσθαι προσδοκᾶν· καὶ τὸ μὲν σύμφυτοι, τὸ οἱονεὶ σύμμορφοί τε καὶ ταυτοειδεῖς νοητῶς ὑπεμφήνειεν ἄν. πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον· τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Ἐμμανουὴλ καὶ ἀπέθανε κατὰ σάρκα· συντεθάμμεθα δὲ αὐτῷ τίνα δὴ τρόπον ἡμεῖς οἱ βεβαπτισμένοι; ἆρα ὡς ἀνατλάντες σὺν αὐτῷ τὸν τῆς σαρκὸς θάνατον; οὐμενοῦν. πῶς οὖν ἄρα σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, φέρε δὴ φέρε λέγωμεν· ἀπέθανε
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.