Fragmenta in epistulam ad Romanos Unit 10 opening
Unit 10.
Lemma-led open — Τῷ γὰρ ἐργαζομένῳ, φησὶν,
Greek
οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ Θεῷ λέγων Τὰ θυσιαστήριά σου κατέσκαψαν, τοὺς προφήτας σου ἀπέκτειναν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου· ἀντήκουε δὲ πρὸς τοῦτο εὐθύς Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. ἀλλ' ὥσπερ τότε Θεὸς μὲν οὐκ ἦν ὁ ταῖς οὕτω δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸν Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοὶ, οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστὸν σωτηρίαν, διωθουμένου δὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, παρωσάμενοι τὸν λυτρωτήν. οὐκ 239 οῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, προὔθηκε γὰρ, ὡς ἔφην, τὸ εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. Εἰ δὲ χάριτι, οὐκ ἔτι ἐξ ἔργων κ.τ.λ. Εἰ δὲ χάριτί φησιν οὐκ ἔτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔτι γίνεται χάρις· ἔνθα, φησὶν, ἂν οἴοιτό τις ἐξ ἔργων εὐδοκιμεῖν, ἐκεῖ δὴ πάντως εἰκαῖον ἔσται καὶ περιττὸν τὸ τῆς χάριτος ὄνομά τε καὶ χρῆμα· "Τῷ γὰρ ἐργαζομένῳ, φησὶν, "ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·" οὐκοῦν εἰ ἐξ ἔργων ἡ χάρις, οὐκ ἔτι γίνεται χάρις. Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν. Ἔφη μὲν ὅτι "οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ·" ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναί τινας, ἐκεῖνό που πάντως προϊσχομένους καὶ λέγοντας Καίτοι πῶς οὐκ ἀπώσατο τὸν λαὸν ὁ Θεὸς, εἴπερ ἀπώλισθεν ὁ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν καὶ ὁλοτελῶς, ἀλλ' οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται, καὶ τοῦτο κατ' ἐκλογήν· ὑπαντᾷ δὲ πάλιν καὶ μάλα ἐμφρόνως καί φησι Τί οὖν; τουτέστι, τί δὴ πρὸς ταῦτά φημι; Ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν· ἐπεζήτει μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν· εἶτα πῶς ἦν δικαιοῦσθαι αὐτὸν, φησὶ, τετελειωκότος οὐδένα τοῦ νόμου; οὐκοῦν τὴν διὰ τύπου δικαίωσιν ἐπεζήτει μὲν ὁ Ἰσραὴλ, οὐκ ἐπέτυχε δέ· ἀλλ' οἵ γε ἀπολέγδην καὶ τῶν ἄλλων ἐξῃρημένοι διὰ τὸ εὐπειθὲς ἐπέτυχον· δεδικαίωνται γὰρ διὰ πίστεως· πεπώρωνται δὲ οἱ λοιποὶ, τουτέστιν οἱ σκληροί τε καὶ ἀνουθέτητοι. 240 Καὶ ∆αβὶδ λέγει Γενηθήτω ἡ τράπεζα αὐτῶν κ.τ.λ. Γενηθήτω φησὶν ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ τὰ ἑξῆς· παρακομίζει πρὸς ἀπόδειξιν ὧν εἶπε καὶ γράμμα προφητικὸν, οὐχ ἑνὸς ἀλλὰ δύο προφητῶν πρὸς σύστασιν, "ἵνα ἐπὶ στό"ματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα." ἐπάρατος γὰρ καὶ μᾶλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα, τουτέστιν ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν· δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος χολῇ συμμιγές· διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν καὶ κάτω κεκύφασι μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς. Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο. Ἄγαμαί σε τῆς ἐπιεικείας, ὦ θεσπέσιε Παῦλε, μεταχειρίζῃ γὰρ εὐτεχνῶς τῆς οἰκονομίας τοὺς λόγους·
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.