Fragments on Romans · §u11-rem-early

Unit 11 rem early

Rem early: Unit 11; historia and theoria toward Christ.

Greek

Ἔξεστι μὲν γὰρ καὶ κρέα φαγεῖν καὶ οἶνον πιεῖν, ἀλλ' οὐκ εἰσάπαν ἀζήμιον ἡ ἐν τούτοις ἐξουσία. ἀλλὰ καὶ τὸ ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ καθ' ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι' ἑαυτοὺς ἀπεχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον "̓Αγαπήσεις "τὸν πλήσιον σου ὡς σεαυτόν." 247 ∆ιὸ προσλαμβάνετε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Ἓν σῶμα ἐσμὲν οἱ πολλοὶ, καὶ ἀλλήλων μέλη κατὰ τὸ γεγραμμένον, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ τοῖς τῆς ἀγάπης δεσμοῖς· "αὐτὸς γὰρ ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον "τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας." δεῖ δὴ οὖν ἄρα τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους, "καὶ εἴ τι πάσχει ἓν μέλος, "συμπάσχειν πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, "χαίρειν πάντα τὰ μέλη." διὸ προσλαμβάνεσθέ φησιν ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ· προσληψόμεθα δὲ ἀλλήλους, τὰ αὐτὰ φρονεῖν ᾑρημένοι, βαστάζοντες δὲ καὶ ἀλλήλων τὰ βάρη, καὶ τηροῦντες "τὴν ἑνότητα τοῦ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.