Fragment on a Psalm
Fragmentum in Psalmum Fragment opening§frag-open
frag-openFragment.
Lemma-led open — . Κυρίλλου. Ἕπεται δέ τις αὐτοῖς ἐσθ ὅτε καὶ οἰκτιρμὸς ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσεβέσιν κολά
Greek · §frag-open
Fragmentum in Psalmum 1.5 Κυρίλλου. Ἕπεται δέ τις αὐτοῖς ἐσθ' ὅτε καὶ οἰκτιρμὸς ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσεβέσιν κολάσεσιν περιπεσεῖν. Οὐκοῦν ἀναβιώσονται μὲν καὶ οὗτοι, πλὴν οὐκ ἐν βουλῇ δικαίων, βουλὴν δὲ δικαίων φησίν, οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἢ ἐλέους ἢ συγγνώμης ἄξιοι, οὐκ ἂν τοῖς τῶν ἁγίων ἐναριθμηθεῖεν χοροῖς, ἕτερος γὰρ ἐκείνων κλῆρος. καὶ ἀνεστηκότα τὰ αὐχήματα, καὶ περίαπτος ἡ χάρις καὶ ἀτελεύτητος ἡ τρυφή. τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημάτων καὶ τῆς εἰς πᾶν ὅ τι οὖν τῶν ἀγαθῶν εὐανδρείας καταπλουτοῦσιν τὰς ἀμοιβάς, Χριστοῦ λέγοντος αὐτοῖς· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Fragmentum in Psalmum 2.7
Fragment rem early§frag-rem-early
frag-rem-earlyRem early: Fragment; historia and theoria toward Christ.
Greek · §frag-rem-early
Κύριος εἶπεν πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὁ μόνος εἰδὼς τὸν Πατέρα καὶ ὑπὸ μόνου γινωσκόμενος τοῦ Πατρός, ἡ σοφία καὶ ὁ λόγος αὐτοῦ, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ. υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, γέγονε σάρξ, τουτέστιν ἄνθρωπος, καὶ τὴν κατὰ σάρκα μεθ' ἡμῶν ὑπέστη γέννησιν, καίτοι προαιώνιος ὢν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι. πλὴν εἰ καὶ γέγονε σάρξ, ἴδιον ὄντα υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ, ἔφη γάρ Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Fragment rem mid§frag-rem-mid
frag-rem-midRem mid: Fragment; lemma continues; spiritual reading with the letter.
Greek · §frag-rem-mid
Ὁρᾷς ἐν ἀρχῇ τὴν ὁμολογίαν, ἤγουν τὴν ἀνάρρησιν· τὸ μὲν γὰρ εἶ τέθεικεν, ἵνα δείξῃ τὸ προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν, ἀλλ' ἦν ἀεὶ τοῦτο, τουτέστιν υἱός. ἐπήνεγκε δὲ τό Σήμερον ἐγέννησά σε, ἵνα τὴν νεωτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας Παρθένου. ταύτῃ τοι καὶ Θεοτόκος ὠνόμασται· τέτοκε γὰρ οὐκ ἄνθρωπον ἁπλῶς κατά γε τὴν ἔξωθεν σχέσιν συναφθέντα τῷ Θεῷ, αὐτὸν δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον τὴν ἀνθρώπειαν ὑποδύντα πτωχείαν καὶ γενόμενον καθ' ἡμᾶς ἄνθρωπον. ταύτην ὁμολογοῦντες τὴν πίστιν βεβαπτίσμεθα, καὶ οὐκ ἀρνησόμεθα τὸν αἵματι τῷ ἰδίῳ πριάμενον ἡμᾶς
Fragment rem close§frag-rem-close
frag-rem-closeRem CLOSEOUT: Fragment CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §frag-rem-close
δεσπότην. Οὐκοῦν ὅταν λέγῃ τὸν ἀεὶ ὄντα καὶ ἐξ αὐτοῦ προαιώνιον Υἱὸν γεννῆσαι σήμερον ὁ Πατήρ, τοῦ σήμερον ἐνεστηκότα καιρὸν σημαίνοντος ἤτοι τὸν τῆς ἐνανθρωπήσεως, ἐκεῖνο περινοήσωμεν, ὅτι καὶ σάρκα γεγονότα, τουτέστιν ἄνθρωπον, τὸν ἴδιον υἱὸν διωμολόγηκεν ὁ ςπατήρ, οἰκειοῦται δὲ ὥσπερ καὶ τὴν δευτέραν αὐτοῦ κατὰ σάρκα γέννησιν. οὐ γὰρ ὅτι γέγονεν ἄνθρωπος, ἀπέστη τοὺ εἶναι κατὰ φύσιν υἱὸς τοὺ Θεοῦ καὶ Πατρός, μεμένηκε δὲ καὶ οὕτως υἱὸς καὶ ἐν τοῖς ἐμφύτοις ἀξιώμασιν, εἰ καὶ πλούσιος ὢν ἐπτώχευσε δι' ἡμᾶς. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 1