Section XIII rem early
Rem early: Section XIII; historia and theoria toward Christ.
Greek
φῶς "τοῦ κόσμου·" ουτως καὶ αὐτὸς ων ὁ αρτος τῆς ζωῆς ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν αρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές· ἐπιθήσετε γάρ φησιν ἐπὶ τοὺς αρτους λίβανον καὶ αλας· καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ αλες, συνέσεως καὶ φρενῶν. ἐνυπῆρχον δὲ ακρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις. 471 εὐώδης γὰρ ην ὁ βίος αὐτοῖς· καὶ γοῦν εφασκον οτι "Χριστοῦ "εὐωδία ἐσμὲν τῷ Θεῷ," ησαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι· διὸ καὶ ηκουον " ̔Υμεῖς ἐστε τὸ αλας τῆς γῆς." ἀκούω δὲ καὶ τοῦ προφήτου ∆αυεὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν " ̓Εκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, αρχοντες ̓Ιούδα "ἡγεμόνες αὐτῶν, αρχοντες Ζαβουλὼν, αρχοντες Νεφθαλείμ."
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.