Homilies of Uncertain Attribution · §sxiii-rem-mid

Section XIII rem mid

Rem mid: Section XIII; lemma continues; spiritual reading with the letter.

Greek

σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ ̓Ισραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταὶ καὶ φωστῆρες ησαν οἰκουμενικοὶ λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ εχουσι λαμπρὰν οἱ τῶν ἑλλήνων σοφοὶ καὶ εὐστομοῦσιν αγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ανθρωποι γεγόνασι χειροτέχναι καὶ θαλασσουργοὶ καὶ ἰχθυοθῆραι, οὐ κόμπον εχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ' ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώσει. καὶ σεσίγηται μὲν τὰ ἑλλήνων γράμματα καὶ ἡ τῶν λέξεων εὐκομπία, κατακρατεῖ δὲ τῆς ὑπ' οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις. τούτων διαμέμνηται Θεὸς

About this text

Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.