Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
τεσσαράκοντα ἡμέρας τῆς ἐκ παρθένου γεννήσεως νῦν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰσελήλυθε. 13 Περὶ τούτου τοῦ παιδίου Ἀμβακοὺμ προεκήρυξε λέγων· ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ τοῦ νότου. ἐκ νότου γὰρ τῆς Ἱερουσαλήμ, ἐκ Βηθλεέμ, νῦν ἐν Σιὼν εἰσελήλυθε. διὰ τοῦτο τὸ παιδίον Μωυσῆς ὑμῖν διεμαρτύρετο λέγων ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, καὶ πᾶς ὁ μὴ ἀκούων αὐτοῦ ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ. Περὶ τούτου τοῦ παιδίου ὁ προφήτης ∆αβὶδ ηὔχετο λέγων· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. καὶ πάλιν· ταχὺ προκαταλαμβανέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου κύριε. καὶ πάλιν· κύριε κλῖνον τοὺς οὐρανούς σου καὶ κατάβηθι. καὶ ἄλλως· σὺ κύριε ὁ θεὸς τῶν δυνάμεων πρόσσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. διὸ γνῶτε ἔθνη καὶ ἡττᾶσθε. 14 Ἴδετε Ἰουδαῖοι καὶ πείσθητε ὅτι τοῦτο τὸ παιδίον ὑμνοῦσιν ἄγγελοι, τούτῳ προσκυνοῦσιν ἀρχάγγελοι, τοῦτο τρέμουσιν ἐξουσίαι, τοῦτο δοξάζουσι δυνάμεις, τούτῳ δουλεύουσι τὰ χερουβίμ, τοῦτο θεολογεῖ τὰ σεραφίμ. τούτῳ δουλεύει ὁ ἥλιος, τούτῳ λειτουργεῖ σελήνη, τούτῳ ὑπακούει τὰ στοιχεῖα, τούτῳ ὑποτάσσονται αἱ πηγαί. τοῦτο τὸ παιδίον ἰδοῦσαι πύλαι ᾅδου συνετρίβησαν, πύλαι δὲ οὐράνιοι ἀνεπετάσθησαν, καὶ ᾅδης ἰδὼν ἐτρόμαξε. τοῦτο τὸ παιδίον θάνατον κατήργησε, τὸν διάβολον ᾔσχυνε, τὴν κατάραν ἔλυσε, τὴν λύπην κατέπαυσε, τὸν ὄφιν συνέτριψε, τὸ μεσότοιχον διέκοψε, τὸ πονηρὸν χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξε, τὴν ἁμαρτίαν ἐπάτησε, τὴν πλάνην κατέλυσε, τὴν κτίσιν ἀνέστησε. τοῦτο τὸ παιδίον τὸν Ἀδὰμ διέσωσε, τὴν Εὔαν ἀνέπλασε, τὰ ἔθνη ἐκάλεσε, τὸν κόσμον ἐφώτισε. 15 ∆ιὸ δεῦτε καὶ ὑμεῖς φιλόχριστοι καὶ φιλόθεοι. τῇ τοῦ κυρίου καὶ δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ ὑπαντήσωμεν, μὴ νομικῶς, ἀλλὰ πνευματικῶς, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνεύματι σκιρτῶντες, μὴ οἴνῳ μεθύοντες, ἀλλὰ τῷ πνεύματι ζέοντες. οὕτως σήμερον φαιδροὶ φαιδρῶς τὰς λαμπάδας κοσμήσωμεν. οὕτως ὡς υἱοὶ φωτὸς τοὺς κηροὺς τῷ φωτὶ τῷ ἀληθινῷ Χριστῷ προσαγάγωμεν, διότι φῶς εἰς ἀποκάλυψιν ἐθνῶν τῷ κόσμῳ ἐπέφανε. διὸ ὡς φῶτα ἐκ φωτὸς ὑπὲρ χιόνα ἀναλάμψωμεν, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες, ὑπὲρ περιστερὰς ἀσπίλους εἰς οὐρανοὺς ἀναπτάντες, οὕτως ἐν νεφέλαις εἰς θεοῦ ὑπάντησιν ἐξέλθωμεν. 16 Ἅπαντες σήμερον καὶ διὰ παντὸς τὰ τῆς ἑορτῆς βοήσωμεν. μετὰ ἀγγέλων χορεύσωμεν. μετὰ ποιμένων καταυγασθῶμεν. μετὰ μάγων προσκυνήσωμεν. μετὰ τῆς Βηθλεὲμ ἑορτάσωμεν. μετὰ τῆς Σιὼν ὑπαντήσωμεν. μετὰ τοῦ ναοῦ ἁγιασθῶμεν. μετὰ τῆς παρθένου μεγαλύνοντες ἀγαλλιασθῶμεν. μετὰ Ἰωσὴφ προσενέγκωμεν ὡς δύο τρυγόνας τὴν ψυχὴν καὶ τὸ σῶμα. μετὰ Συμεὼν Χριστὸν ἐναγκαλισώμεθα, καὶ μετὰ Ἄννης ἀνθομολογησώμεθα. ὅπως τῶν αἰωνίων ἀγαθῶν ἐντὸς γενώμεθα χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
About this text
Cyril of Jerusalem, Homilia in occursum domini (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril of Jerusalem’s Homilia in occursum domini — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.