Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
χωριζόμενος. οὗτος ὁ θησαυρὸς τῆς ἀγαθότητος τῆς πατρικῆς καὶ ἀεννάου μακαριότητος. τοῦτο τὸ ὕδωρ τῆς ζωῆς καὶ τὸ ζωὴν τῷ κόσμῳ χαριζόμενον. οὗτος ἡ ἀκτὶς ἡ ἄκτιστος, ἐκ προφώτου ἡλίου γεννώμενος, ἀλλ' οὐ τεμνόμενος. 10 Οὗτός ἐστιν ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι θεὸς λόγος λόγῳ μόνῳ τὰ πάντα συστησάμενος. οὗτός ἐστιν ὁ ἑωσφόρος πρὸ ἑωσφόρου τὰς ἀσωμάτους διακοσμήσας δυνάμεις τῶν οὐρανίων, ἀσωμάτων, ἀοράτων στρατευμάτων καὶ ταγμάτων. οὗτός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. οὗτός ἐστιν ὁ ὀμίχλῃ σπαργανώσας τὴν ἄβυσσον. οὗτός ἐστιν ὁ στερεώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων. οὗτός ἐστιν ὁ ψάμμῳ περιτειχίσας τὴν θάλασσαν. οὗτός ἐστιν ὁ διορίσας τὸ φῶς ἀπὸ τοῦ σκότους. οὗτός ἐστιν ὁ τὴν κυκλικὴν τῶν ἀστέρων συντάξας διακόσμησιν. οὗτός ἐστιν ὁ πάντα τὸν ὁρώμενον καὶ νοούμενον κόσμον ἐν σοφίᾳ συστησάμενος. οὗτος ὁ χερσὶν ἀχειροπλάστοις ἐκ πηλοῦ διαπλάσας καὶ μορφώσας τὸν ἄνθρωπον. οὗτός ἐστιν ὁ κατ' εἰκόνα θεοῦ δημιουργήσας ἡμᾶς, καὶ νῦν αὐτὸς κατ' εἰκόνα τὴν ἡμετέραν γενόμενος ἄνθρωπος. Ἄνθρωπος, ἀλλὰ μὴν καὶ θεὸς ὁ αὐτός. ἄνθρωπος τὸ ὁρώμενον, ὅλως ὡς κἀγὼ αὐτὸς μετὰ τῶν ἐμῶν, ἵνα με καθα ρίσας σώσῃ, θεὸς τὸ νοούμενον, τέλειος ἐκ τελείου πατρὸς τὴν οὐσίαν ἔχων. ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων δεσποτικῇ νῦν τὴν ἐμὴν μορφὴν ἔλαβε τὴν δουλικήν, οὐ μειώσας τῆς θεότητος τὸ ἀξίωμα, ἀλλ' ἁγιάσας τῆς ἐμῆς φύσεως τὸ φύραμα. ἄνω ὅλος καὶ κάτω ὅλος ὁ αὐτὸς γνωριζόμενος, ἄνω γεννηθεὶς ἀχρόνως καὶ κάτω ἀσπόρως, τῶν ἄνω ποιητὴς ὡς θεὸς καὶ κάτω ποίημα ὡς ἄνθρωπος. 11 Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἄκουε, Ἰσραήλ. κύριος ὁ θεός σου οὗτός ἐστιν ὃν ἐγὼ ὁ σὸς ἱερεὺς Συμεὼν ἐν ἀγκάλαις βαστάζων μεγάλῃ κηρύττω τῇ φωνῇ τῷ λαῷ ἐν τῷ ναῷ διαμαρτυρόμενος. διὸ προσέχετε λαός μου τὸν λόγον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. τοῦτο τὸ παιδίον ἐστί, περὶ οὗ Ἰσαΐας προεκήρυξε λέγων, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς (τῆς τοῦ πατρός) ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ὦ Ἰσραήλ, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. εἰ οὖν θεὸς ἰσχυρὸς τοῦτο τὸ παιδίον, περὶ αὐτοῦ δῆλον ὅτι εἴρηκε ∆αβίδ· ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών. περὶ τούτου παιδίου Ἱερεμίας βοᾷ· ὅτι ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. 12 Τοῦτο τὸ παιδίον ἐστὶν ὁ πάλαι τῷ Ἰσραὴλ τὴν θάλασσαν διαῤῥήξας καὶ τὸν φαραὼ βυθίσας καὶ τὸν νόμον δοὺς τοῖς Ἰσραηλίταις καὶ τὸ μάννα ἐπομβρίσας καὶ στύλῳ πυρὸς τὸ γένος τῶν Ἑβραίων ὁδηγήσας καὶ πέτραν ῥήξας καὶ βάτον πυροδρόσου φλογὸς ἄφλεκτον φυλάξας. τοῦτο τὸ παιδίον τεσσαρακονταετῆ φονευτὴν Μωσέα τοῦ αἰγυπτιακοῦ λαοῦ πεποίηκε καὶ τεσσαράκοντα ἔτη ποιμένα προβάτων ἀνέδειξε καὶ τεσσαράκοντα ἔτη ὁδηγὸν τῷ Ἰσραὴλ κατέστησε, καὶ τεσσαράκοντα ἡμέρας νηστεῦσαι ἐδυνάμωσεν, ὡς καὶ αὐτὸ τὸ παιδίον μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐνήστευσε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ νεκρῶν ἀναστάσεως εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνελήλυθε καὶ μετὰ
About this text
Cyril of Jerusalem, Homilia in occursum domini (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril of Jerusalem’s Homilia in occursum domini — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.