Homilia in occursum domini · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

θυόμενος. αὐτὸς ὁ ἀναφερόμενος καὶ αὐτὸς ὁ τὴν θυσίαν δεχόμενος. αὐτὸς ὁ νόμος καὶ αὐτὸς ὁ νῦν ὑπὸ νόμον γινόμενος. 6 Ἀλλὰ γὰρ φέρε λοιπὸν τὰ περὶ τῆς ἡμέρας ἐκ τῶν ἱερῶν εὐαγγελίων ἀκούσωμεν. φησὶ γὰρ περὶ Χριστοῦ ὁ θαυμάσιος Λουκᾶς, ὅτι, ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον τὸν Ἰησοῦν εἰς Ἱερουσαλήμ, τοῦ παραστῆσαι αὐτὸν τῷ κυρίῳ, καθὼς γέγραπται ἐν τῷ νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται. Σαμουὴλ μὲν οὖν καὶ Ἰσαὰκ ὁμοῦ τε καὶ Ἰακὼβ Ἰωσήφ τε καὶ ἕτεροι οἱ ἐκ στειρώσεως παρ' ἐλπίδα τεχθέντες καὶ διανοίξαντες ἀκάρπους μήτρας μητέρων ἅγιοι τῷ κυρίῳ ἐκλήθησαν, Χριστὸς δὲ ὁ μόνος ἐκ μόνης, τοῦ μόνου μονογενής, παρθένου τεχθεὶς καὶ μὴ διανοίξας πύλας παρθενικὰς οὐχ ἅγιος τῷ κυρίῳ, ἀλλ' ἅγιος τῶν ἁγίων καὶ κύριος τῶν κυρίων καὶ θεὸς τῶν θεῶν καὶ πρωτότοκος τῶν πρωτοτόκων ἀρχόντων ἄρχων τε καὶ βασιλεὺς βασιλευόντων καὶ κληθήσεται καὶ πιστευθήσεται καὶ προσκυνηθήσεται καὶ νῦν ἐν τῷ ναῷ ὑπὸ Συμεὼν κηρυχθήσεται. 7 Ἦν γάρ, φησίν, ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών. καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος, καὶ πνεῦμα ἅγιον ἦν ἐν αὐτῷ. καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἰδεῖν τὸν Χριστὸν κυρίου. καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν. καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ὁ Συμεὼν ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ ηὐλόγησε τὸν θεὸν καὶ εἶπε· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ὁ κατέχων τὴν γῆν πᾶσαν δρακὶ ἀγκάλαις πρεσβύτου χωρεῖται, καὶ βαστάζεται ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. 8 Ἀγαλλιάσθω ὁ Ἀδὰμ διὰ Συμεὼν πρὸς Χριστὸν λέγων· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. νῦν ἀπολύεις με τῶν αἰωνίων δεσμῶν νῦν ἀπολύεις με τῆς φθορᾶς. νῦν ἀπολύεις με τοῦ θανάτου. νῦν ἀπολύεις με τῆς λύπης, ὁ ἐμὸς υἱὸς καὶ θεός. Ὃν ἐν τῷ ναῷ Συμεὼν ἐναγκαλιζόμενος καὶ τὸ ξένον τῆς οἰκονομίας μυστήριον πᾶσι τοῖς ἔθνεσι καὶ Ἰουδαίοις εὐαγγελιζόμενος σκιρτᾷ καὶ ἀγαλλιᾷ, καὶ λαμπρᾷ καὶ διαπρυσίῳ φωνῇ περὶ αὐτοῦ ἀνακέκραγε λέγων· οὗτός ἐστιν ὁ ὢν καὶ προὼν καὶ ἀεὶ τῷ πατρὶ συμπαρών, ὁμοούσιος, ὁμόθρονος, ὁμόδοξος, ὁμοδύναμος, ἰσοδύναμος, παντοδύναμος, ἄναρχος, ἄκτιστος, ἀναλλοίωτος, ἀπερίγραπτος, ἀόρατος, ἄῤῥητος, ἀκατάληπτος, ἀψηλάφητος, ἀκατανόητος, ἀτέκμαρτος. 9 Οὗτός ἐστι τῆς πατρικῆς δόξης τὸ ἀπαύγασμα. οὗτός ἐστιν ὁ χαρακτὴρ τῆς πάντων συστάσεως. τοῦτο τὸ φῶς τῶν φώτων, ἐκ πατρικῶν ἀνατέλλον τῶν κόλπων. οὗτος ὁ θεὸς τῶν θεῶν, καὶ ἐκ θεοῦ θεὸς γνωριζόμενος. οὗτος ἡ πηγὴ τῆς ζωῆς ἐκ πηγῆς τῆς τοῦ πατρὸς ζωῆς προερχόμενος. οὗτος ὁ ποταμὸς τοῦ θεοῦ, ἐξ ἀβύσσου θείας ἐκπορευόμενος, ἀλλ' οὐ

About this text

Cyril of Jerusalem, Homilia in occursum domini (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril of Jerusalem’s Homilia in occursum domini — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.