Exposition on the Psalms · §ps003-rem-close

Psalm Γʹ rem close

Rem CLOSEOUT: Psalm Γʹ CLOSEOUT.

Greek

ὡς ἐπὶ θηρίων ἀγρίων εἶπε· μιαιφόνοι γὰρ ὡς ἐπίπαν οἱ φιλαμαρτήμονες καὶ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιτρίζοντες τοὺς ὀδόντας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ θηρίοις ἐξομοιοῦν τοὺς ἀγρίως τισὶν ἐπιφύε σθαι μεμελετηκότας. Τὸ οὖν Συνέτριψας ὀδόντας, ἀντὶ τοῦ Πάσης ἰσχύος αὐτοὺς ἐγύμνωσας εἴρηται, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερού μενα, εὐκαταφρόνητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. Ἐρεῖ δὲ καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα, ὅτι Σὺ ἐπά ταξας μὲν Ἡρώδην τὸν βρεφοκτόνον ἐχθραίνοντά μοι ματαίως· πατάξεις δὲ καὶ τοὺς Ἰουδαίους, Ῥωμαίοις αὐτοὺς παραδούς· καὶ τοὺς ὀδόντας αὐτῶν συντρίψεις, διότι εἶπον· "Οὐκ ἔχομεν βασιλέα·" καὶ, "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς." Πατάσσονται δὲ ὑπὸ Κυρίου καὶ οἱ δαίμονες, διότι μηδὲν παρ' ἡμῶν ἀδικηθέντες, μά την ἡμῖν διὰ τὴν ἑαυτῶν κακίαν ἐπιβουλεύουσι· καὶ οἱ νοητοὶ ὀδόντες αὐτῶν, τὰ πάθη φημὶ, δι' ὧν κατ εσθίουσι τοὺς ἁπλουστέρους, συντρίβονται. Σὺ γὰρ, φησὶ, "συνέθλασας τὰς κεφαλὰς τῶν ἐμφωλευόντων δρακόντων τοῖς ὕδασιν," ὁ τὸ μέγα κῆτος διὰ τῆς ἀναστάσεως χειρωσάμενος, ὁ ᾄδην καθελὼν καὶ θά νατον πατήσας, καὶ καταργήσας διάβολον. Σὺ δέ μοι ὅρα, ὅτι οἱ ἀδικοῦντες ἐκεῖνοί εἰσιν οἱ βλαπτόμενοι, πατάσσονται γὰρ ὑπὸ Θεοῦ· οἱ δὲ ἀδικούμενοι, οὗτοι καὶ προσωφέληνται· σώζονται γάρ. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. (A f. 20.) Ἁγιοπρεπὲς δὲ τὸ καὶ τοῖς ἄλλοις ὑπάρ ξαι παρακαλεῖν, ὅπερ ἑαυτῷ συμβῆναι βούλεται· οὐ γὰρ μόνος τῶν θεοσδότων ἀγαθῶν ἐν μεθέξει γενέ σθαι ζητεῖ, ἀλλὰ κοινὴν ἅπασι τοῖς ἀγαπῶσι τὸν Θεὸν τὴν ἐπὶ τούτοις προκεῖσθαι φιλοτιμίαν. Καὶ μὴ θαυμάσῃς εἰ τοιοῦτος ἔνεστι τοῖς ἁγίοις σκοπὸς, ὅπου καὶ συναλγοῦσι τοῖς πάσχουσι, καὶ συνδακρύ ουσι τοῖς κλαίουσι, καὶ τὴν τοῖς φιλαμαρτήμοσιν ὀφειλομένην ὀργὴν ποιοῦνται κοινήν. Τάχα δὲ καὶ θεολογεῖ ἐνταῦθα ὁ ∆αβὶδ λέγων, ὅτι Παρὰ σοῦ τοῦ Κυρίου καὶ Πατρὸς ἀποσταλήτω ὁ Σωτὴρ Ἰησοῦς, ἡ σωτηρία τῆς ἀνθρωπίνης φύσεως, καὶ ἡ τοῦ ἁγίου Πνεύματος εὐλογία ἐπὶ τὸν λαόν σου καταπεμφθήτω, τουτέστιν ἐπὶ τὰ ἔθνη· ἂ καὶ εὐλόγησον πάσῃ εὐλο γίᾳ πνευματικῇ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ εὐλογηθήσονται πάντα τὰ ἔθνη, Ἰουδαῖοι δὲ ἐξωσθήσονται. Καὶ ὁ Χριστὸς δὲ τὴν ἑαυτοῦ σωτηρίαν, ἣν ἐσώθη ἐκ νεκρῶν ἀναστὰς, τοῦ Πατρὸς εἶναι λέγει, ὁμοίως καὶ τὴν ἐπὶ τοὺς πιστεύοντας εὐλογίαν αὐτῷ ἀνατίθησι. ∆ιὸ λέγει· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε." ∆ικαίως δὲ ὁ ψαλμὸς καὶ τῇ ἀν θρωπίνῃ φύσει προσαρμοσθήσεται, ἣν ἔθλιβον μὲν οἱ δαίμονες πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ἐπατάχθη 69.733 σαν δὲ τῇ ἀληθεῖ τοῦ Χριστοῦ δυνάμει ἐνανθρωπή σαντος· ἡ δὲ ὑπ' αὐτῶν πολεμηθεῖσα φύσις καὶ σω τηρίας καὶ εὐλογίας ἀπέλαυσεν.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.