Exposition on the Psalms · §ps004-open

Expositio in Psalmos Psalm ∆ʹ opening

Psalm ∆ʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ∆ʹ. — Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται.

Greek

ΨΑΛΜΟΣ ∆ʹ. 5 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον ψαλμὸν συνέταξεν ὁ μα κάριος ∆αβὶδ, ἔτι τοῦ πρὸς τὸν Ἀβεσσαλὼμ συνεστῶ τος πολέμου, ὅθεν καὶ ὀλοφυρμοὺς περιεῖχε· τὸν δὲ τέταρτον τοῦτον, μετὰ τὸ νικῆσαι τὸν πόλεμον, ἀνα τίθησι τῷ νικοποιῷ Θεῷ εὐχαριστήριον. ∆ιὸ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ Εἰς τὸ τέλος, Τῷ νικο ποιῷ ἤγουν ἐπινίκιον ἀναγράφουσι τὴν ᾠδήν. Εἰς τὸ τέλος μὲν οὖν ἐπιγέγραπται, ὅτι ἐπὶ καταλύσει τῆς τυραννίδος ὁ ψαλμὸς συνετέθη· Ἐν ὕμνοις δὲ, ὅτι οὐκ ἔτι δακρύει ὁ ∆αβὶδ, ἀλλ' ὑμνεῖ τὸν τῆς νί κης δοτῆρα Θεόν· ψαλμὸς δὲ ᾠδῆς, ὅτι πανηγυρίζων, ᾠδικώτερον ᾄδει τὸ ἐπινίκιον. [Ἐν τῷ ἐπικαλεῖσθαί με. Ἄτοπόν ἐστι σιγῇ καταχωννύναι τὸν τῆς εὐεργε σίας τρόπον, ὅπερ οἱ ἐν Εὐαγγελίοις ἐννέα λεπροὶ ὀνειδίζονται. Ἢ τοίνυν τὴν θείαν καταθαυμάζει φιλο τιμίαν, οὐκ ἐν παρατάσει χρόνου τὰ αἰτήματα πλη ρώσασαν· ἢ τάχα διδάσκει, ὡς οὐκ ἐν τῷ σιγᾷν, ἀλλ' ἐν τῷ μᾶλλον ἐπικαλεῖσθαι, σέσωσται. ∆είκνυται δὲ διὰ τοῦτο, μέγα καὶ ὀνησιφόρον τὸ ἀδιαλείπτως προσεύχεσθαι.] Ὁ Θεὸς τῆς δικαιοσύνης μου. (A f. 21.) Εὑρήσομεν δὲ αὐτὸν, τὸν ἐνθάδε χρησί μως δίκαιον ἑαυτὸν εἶναι λέγοντα, καὶ πλημμελείαις ἔνοχον ὁμολογοῦντα ὑπάρχειν. Εἶτα πῶς ἂν εἴη, φησὶν, ἀληθὲς, ὅτι δίκαιος ὁ αὐτὸς καὶ πλημμελείαις ἔνοχος; Ὅτι παρέπεται τοῖς δικαίοις καὶ ὀλισθήμα τα, κατὰ τὸ, "Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται." Ἕτερον τοίνυν ἐστὶ τὸ ἀκαταλήκτως πλημμελεῖν, καὶ ἕτερον τὸ ἐν τῷ πειρᾶσθαι κατορ θοῦν τὴν δικαιοσύνην, ὀλιγάκις ἔσθ' ὅτε τὴν κοινὴν τῆς φύσεως ὑπομένειν ἀσθένειαν. "Παραπτώματα γὰρ τίς συνήσει;" κατὰ τὸ γεγραμμένον. "Τίς δὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;" Ἐν θλίψει ἐπλάτυνάς με. (A f. 21 b.) Ἐπειδὴ εἶπεν ὅτι Εἰσήκουσέ μου ὁ Θεὸς, ὡσανεί τινος αὐτὸν ἐρωτήσαντος, Κατὰ τί εἰσ ηκούσθης, ὦ προφήτα; τί δέ σοι καταθύμιον εἰς πέ ρας ἐκβέβηκε; διαλευκαίνει τῆς ἐπικουρίας τὸν τρόπον, καί φησιν, ὅτι "Ἐπλατύνθην ἐν θλίψει·" τουτέστιν, οὐκ ἀπήλλαγμαι μόνον τῶν περιστάσεων καὶ τοῦ ἐν μοχθηροῖς εἶναι πράγμασιν, ἀλλὰ γὰρ ἰδοὺ καὶ πρὸς εὐθυμίαν κατευρύνομαι. Εἰσήκουσέ 69.736 μου γὰρ, οὐκ ἐν χρήμασιν, οὐδ' ἵνα ἐχθρῶν κρατήσω (οὐ γὰρ ταῦτα ᾔτησα), ἀλλ' ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. (A f. 22.) Παῦλός γ' οὖν ἤκουσεν· "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦ ται." Καὶ οἱ διελάσαντες δὲ τῆς ἁμαρτίας τοὺς βρό χους, καὶ οἱ ἐν πίστει τελειωθέντες καὶ θλίψεις ὑπὲρ Χριστοῦ καὶ αἰκίας ἀναδεξάμενοι, τοῖς ἄνωθεν ἐν τρυφήσουσιν ἀγαθοῖς. Ἔλθοι δ' ἂν ὁ λόγος καὶ ἐπὶ τὸν Σωτῆρα, δεικνὺς καὶ αὐτὸν διὰ παθημάτων τε λειωθέντα, καὶ ἐκ τοῦ παθεῖν γενόμενον ὑψηλότερον. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὰ περιστατικὰ ἐπὶ μὲν τῶν ἁγίων θλίψεις ὀνομάζει ἡ θεία Γραφὴ, διότι γυμνασίου ἕνεκεν αὐτοῖς συμβαίνουσιν· ὡς τὸ, "Πολ λαὶ αἱ θλίψεις τῶν δικαίων·" ἐπὶ δὲ τῶν ἁμαρτωλῶν, μάστιγας· ὡς τὸ, "Πολλαὶ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.