Psalm ∆ʹ rem close
Rem CLOSEOUT: Psalm ∆ʹ CLOSEOUT.
Greek
Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. συγχύσεως ἐν τῷ βίῳ οὔσης; Καὶ ἄλλων μὲν τρυφώντων, ἡμῶν δὲ ἐν πτωχείᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς, τί τεκμήριον τῆς θείας κηδεμονίας; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. (A f. 269.) Κρυφιωδέστερον δὲ καὶ μυστικώτερον, πρόσωπον μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον Πνεῦμα εἰς ἡμᾶς· δι' οὗ κατεσφραγίσμεθα, εἰς εἰκόνα τὴν πρώτην ἀναμορ φούμενοι· δι' οὗ καὶ δεδιδάγμεθα τὰ ὄντως ἀγαθὰ, δι' ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν, βεβαιούμενοι πρὸς ἐλπίδα τὴν ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς. (C f. 8.) Οἱ μὲν ἄγγελοι βλέπουσι διὰ παντὸς τὸ πρόσωπον τοῦ Θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσ ώπου αὐτοῦ. Πρόσωπον δὲ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς· φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν· εἴπερ, κατὰ τὴν σοφὴν Θεκωΐτιδα, ὡς ἄγγελος Θεοῦ ἦν ὁ ∆αβὶδ εἰδὼς τὰ ἐπὶ τῆς γῆς πάντα. (K f. 31.) Καὶ ποῖον ἄρα ἐστὶν τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ' ἡμᾶς σεσημείωται; Ὁ τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκών· καὶ διὰ τοῦτο λέγων· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέ ρα μου." Ἐσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύου σιν εἰς αὐτόν. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. (A f. 26 b.) Οὕτως τεθαύμακα, φησὶ, τοὺς τολ μῶντας λέγειν· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" καί τοι παρὸν ἀπὸ τῶν ἐν χερσὶ βεβαιοῦσθαι πρὸς τὰ μέλλοντα. Ἐσχήκαμεν γὰρ ἐνέχυρα τῆς μελλούσης ἡμερότητος ἔσεσθαι πλουσίως, τὴν ἐν τῷδε τῷ κόσμῳ φειδώ τε καὶ πρόνοιαν τοῦ ∆ημιουργοῦ. Χαρίζεται γὰρ τῇ φιλοτίμῳ δεξιᾷ τὰ ἀναγκαῖα πρὸς τὸ ζῇν· καὶ καθίησι μὲν ὑετοὺς, τὰς δὲ ἐξ ἀγρῶν εὐκαρπίας ἀνίησι κατὰ καιρούς. Ὁ τοίνυν ἀμφιλαφῶς χορηγή σας τὰ ζωαρκῆ, πῶς ἂν διαψεύσαιτο χαριεῖσθαι λέ γων τὰ μετὰ τόνδε τὸν βίον; Ἐμοὶ οὖν ἔδωκας εὐ φροσύνην εἰς τὴν καρδίαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώ σω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατ ῴκισάς με. (A f. 27 b, C f. 8 b.) Κατὰ δὲ τὸν θεῖον Κύριλλον, 69.741 ἐπὶ τὸ αὐτὸ καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις τὸν ὕπνῳ ἐοικότα δέξομαι θάνατον· πλὴν ἐν εἰρήνῃ, μὴ ἔχων τὴν ἁμαρτίαν, ἡ ἐστιν ἔχθρα εἰς Θεόν· καὶ οὕτω κα ταλύσας τὸν βίον, κατοικισθήσομαι παρὰ Θεοῦ καὶ ἐπ' ἀγαθαῖς ἐλπίσι, τουτέστι βεβαίαν καὶ ἀκράδαν τον τὴν ἐλπίδα ἕξω. Τὸ δὲ κατὰ μόνας ὑπεμφήνειεν ἂν, ὅτι ἰδικὸς καὶ ἐξαίρετός ἐστι τῶν ἁγίων ὁ κλῆ ρος· οὐ γὰρ ἀναμὶξ ἔσονται τοῖς πονηροῖς, ἀλλ' οἷον ἐξῃρημένοι καὶ κατὰ μόνας. Ἐκείνοις μὲν γὰρ πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ τοῦ ποτηρίου μερὶς, τούτοις δὲ τὸ βασιλεύειν ἡτοίμασται καὶ ἀκα ταλήκτως ἐντρυφᾷν τοῖς ἄνωθεν ἀγαθοῖς.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.