Psalm ∆ʹ rem mid
Rem mid: Psalm ∆ʹ; lemma continues; spiritual reading with the letter.
Greek
μὲν γὰρ μηδόλως αὐτὰς ἐν ἡμῖν κινεῖ σθαι, τάχα που καὶ ἀνέφικτον καὶ οὐκ ἐφ' ἡμῖν. Ἐν ἡμῖν δὲ τὸ ἐπιτιμᾷν τοῖς κινήμασιν· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς· δριμὺ μὲν γὰρ ἐν ἡμῖν ἐστιν, ὅτε ποιεῖ ται τὸ κίνημα, πλὴν ὥσπερ τισὶ χαλινοῖς ἀνακόπτε ται, τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς. Καὶ ἕως μὲν ἀδρανές ἐστι ἔτι τὸ πάθος ἐν ἡμῖν, συγγνώμης ἀξιοῦ ται παρὰ τοῦ Θεοῦ· ἐπειδ' ἂν δὲ τὰ ἐξ αὐτοῦ ἐμ φαίνηται κακὰ, τότε τὰς δίκας ὑφέξομεν. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν σαρκικῶν ὀρέξεων· ἀπρακτούσης γὰρ ἐν ἡμῖν τῆς φαύλης ἡδονῆς, συνηρεμήσει πάντως καὶ αὐτῇ ὁ κολάζων νόμος· ἐνηνεγμένης δὲ ἤδη πρὸς πέρας, τὰ τῆς δίκης συνεκτείνεται. Φησὶν οὖν καὶ νῦν ὁ ∆αβὶδ, ὅτι Κἂν ἀπροαιρέτως ὀργισθῆτε, ὅπερ οὐχ ἁμάρτημα τέλειον, μὴ προσθῆτε καὶ τὴν πρᾶ ξιν, ἵνα μὴ τέλειον ᾖ τὸ ἁμάρτημα. Εὐφυῶς γὰρ συγχωρεῖ τὸ ἔλαττον ὡς ἀσθενεστέροις, τὴν ὀργὴν λέγω, ἵνα κωλύσῃ τὸ μεῖζον, τουτέστι τὸν φόνον καὶ ὅσα ἐκ τοῦ θυμοῦ μὴ κολαζομένου τίκτεται. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. (A f. 25 b.) Τίθησι δὲ τὰ καθ' ἑαυτὸν εἰς παρά δειγμα ὁ ∆αβίδ· καὶ ὅτι τοῖς θύουσι τῷ πανάγνῳ Θεῷ τοὺς ἐκ τῆς δικαιοσύνης καρποὺς οὐκ ἄμισθος ἡ εἰς αὐτὸν ἐλπὶς, πειρᾶται διδάσκειν. Καὶ γὰρ μο νονουχὶ, φησὶ, τέθυκα τὴν δικαιοσύνην, ἐποιησάμην δὲ καὶ ἐπ' αὐτῷ τὴν ἐλπίδα, καὶ κεκράτηκα τῶν ἐχθρῶν, εἰ καὶ τεθρήνηκα πεσόντα τὸν νεανίαν. Λέ γων δὲ, "Θύσατε θυσίαν δικαιοσύνης," οὐ τὴν ἐν σκιαῖς ἀποδέχεται ταῖς κατὰ τὸν νόμον, τὴν ἐν Χρι στῷ δὲ μᾶλλον καὶ εὐαγγελικήν. Ὁ μὲν γὰρ ἀρχαῖος ἐδίδασκε νόμος τὰς δι' αἱμάτων ποιεῖσθαι προσαγω γὰς, ἀλλ' οὐκ ἦν ἐν αὐταῖς τελειοῦσθαι τὸν ἄνθρω πον κατὰ συνείδησιν· προσεκομίζοντο γὰρ τῆς ἀλη θοῦς λατρείας προανατυποῦσαι τὴν εὐοσμίαν, καὶ ἦσαν μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι. Τοιγάρ τοι καὶ ἐν Χριστῷ κατηργήθη μὲν ἡ σκιά· περι αστράπτει δὲ λοιπὸν τὰς τῶν πιστευσάντων καρδίας τῆς ἀληθείας τὸ φῶς. Λέγοι δ' ἂν καὶ Ἰουδαίοις ὁ Κύριος, ὅτι Αἱ διὰ τῶν θυμάτων θυσίαι καὶ αἱμά των ὑμᾶς εἰς οὐρανὸν οὐκ ἀναβιβάσουσιν· ἀλλ' ὁ ἐξ οὐρανοῦ καταβὰς ἐγὼ, ἐφ' ὃν μόνον ἐλπίζετε, μηδένα τοῦ γράμματος ποιούμενοι λόγον. 69.740 Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν ἀγαθὰ; (A f. 25 b.) Οἱ μὲν γὰρ ὀλίγοι, φησὶ, καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες, ἀκατάσειστον ἐπὶ Θεῷ τὴν ἐλπίδα ἔχουσι· τεθαρσήκασι γὰρ ἐπαγγελλομένῳ τὰ ὑπὲρ νοῦν ἀγαθά· οἱ δὲ πολλοὶ, τουτέστι τὸ κεχυμέ νον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον, τὴν παραυτίκα μέθεξιν τῶν σαρκικῶν ἀκαθαρσιῶν τῶν ἐν ἐλπίδι ἀγαθῶν προτιμήσαντες, φασί· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" Ταῦτα τῶν περὶ τὰς διοική σεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα· Ποῦ τοῦ Θεοῦ πρόνοια, τοσαύτης 7 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.