Exposition on the Psalms · §ps007-rem-early

Psalm Ζʹ rem early

Rem early: Psalm Ζʹ; historia and theoria on the lemma toward Christ.

Greek

ἐπηγγείλω ποιήσειν· τοῦτο γὰρ ἐνταῦθα δηλοῖ τὸ ἐντείλασθαι. 69.752 Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. (L f. 44) Τάχα δὲ τὸ, εἰς ὕψος ἐπίστρεψον, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας· ἢ τὴν εἰς οὐρανοὺς τοῦ Χριστοῦ ἀνα φοίτησιν· ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν. Πῶς ὑπὲρ ἡμῶν; Ἡμῖν ἐγ καινίζων πρόσφατον ὁδὸν καὶ ζῶσαν, ἵνα καὶ αὖθις βάσιμος ὑπάρχῃ λοιπὸν ὁ οὐρανὸς, καὶ εἰσερχώμεθα εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ἀρξαμένου καὶ τοῦδε τοῦ ἐν πᾶσι πρωτεύοντος, δηλονότι Χριστοῦ. Κύριος κρινεῖ λαούς. (A f. 44) Εἴρηται δὲ ἐνταῦθα, τὸ κρινεῖ, ἀντὶ τοῦ, δικάσει. Ἐδίκασε γὰρ ἡμῖν τε καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανὸν, τῆς κατὰ πάντων τυραννίδος ἀπώσατο· τοὺς δὲ τὴν ἀφό ρητον ὑπομείναντας πλεονεξίαν, κατηλέησεν ὡς Θεὸς καὶ τῇ πίστει ἐδικαίωσε. Κρῖνόν με, 11 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Κύριε, κατὰ τὴν δικαιοσύνην μου. (A f. 45) Ἑτέρως δὲ εἰπὼν ὁ προφήτης, ὅτι Κύ ριος κρινεῖ λαοὺς, εἰσφέρει νῦν καὶ τὸ τῶν κρινο μένων πρόσωπον, τὴν οἰκείαν ὁμολογούντων ἀσθέ νειαν, οὔτω τε κριθῆναι παρακαλούντων, ὡς ἂν πρέ ποι τοῖς τῆς ἀνθρωπότητος μέτροις· ἑτέρα μὲν γὰρ, ὡς ἔφημεν, ἀγγέλων δικαιοσύνη πρέπουσα πάντως τῇ αὐτῶν φύσει· ἑτέρα δὲ ἡ ἀνθρώπων, σμικρὰ δηλον ότι καὶ ἀναλόγως ἔχουσα τῇ τῆς φύσεως ἀσθενείᾳ. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. (A f. 46) Συντελεσθήτω οὖν πονηρία ἁμαρτωλῶν, τουτέστι καταργηθήτω τοῦ διαβόλου ἡ τυραννὶς, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων· ἵνα λοιπὸν δι' εὐθείας ὥσπερ καὶ λειοτάτης ἔρχοιτο τρίβου πρὸς τὴν εὐδόκιμον πολιτείαν πᾶς εἴτις ἐστὶ δικαιοσύνης ἐρ γάτης. Παροτρύνοντος γὰρ μηδενὸς ἐπὶ θάτερα, κατευθυνεῖ πάντως ὁδὸν αὐτοῦ ὁ δίκαιος· ἢ τάχα συν τελεσθῆναι τὴν ἐν τοῖς ἁμαρτωλοῖς πονηρίαν εὔχεται ὁ Προφήτης, τουτέστι παύσασθαι μετατιθεμένων αὐτῶν πρὸς ἀρετήν. Οὐκοῦν κατάληξιν ἁμαρτίας αἰτεῖ ἐν ἑκάστῳ τῶν ἐξ ἀσθενείας ὠλισθηκότων, ἵνα λοιπὸν ὁ δίκαιος κατευθύνηται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀποφανθῆναί τινα τῶν εἰς ἀρετὴν ἀνδραγαθη μάτων ἀποτελεστὴν, πρὶν ἂν παύσηται τοῦ εἶναι πονηρός. ∆ικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. (A f. 46 b) Ἁρμόσει δὲ ὁ λόγος καὶ Ἰουδαίοις καὶ Ἕλλησιν· ἐπειδὴ γὰρ τὸ μὲν ἐν γνώσει πλημμε λεῖν, καταφρόνησίς ἐστιν ὁμολογουμένως· τό γε μὴν ἐν ἀγνοίᾳ τοῦτο δρᾷν, εὐάφορμον ἔχει τῆς συγγνώ μης τὴν αἴτησιν (πεπλάνηντο δὲ καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, οἱ μὲν ταῖς τῶν ἡγουμένων δυστροπίαις ἀποκομιζόμενοι πρὸς τὸ εὐπειθὲς, καὶ τὸν Λυτρωτὴν ἀγνοήσαντες· οἱ δὲ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.