Exposition on the Psalms · §ps007-rem-mid

Psalm Ζʹ rem mid

Rem mid: Psalm Ζʹ; lemma continues; spiritual reading with the letter.

Greek

οὔπω τὸ θεῖον φῶς λαβόντες εἰς νοῦν, οὔτε μὴν ἐγνωκότες τίς ἐστιν ὁ φύσει καὶ ἀλη θῶς Θεός)· διὰ τοῦτο ὁ ἐτάζων καρδίαν καὶ νεφροὺς, ἔγνω τούτους τε κἀκείνους πλημμελοῦντας ἐξ ἀμα 69.753 θίας, καὶ ὡς ἀπό γε τοῦ μὴ εἰδέναι τὸ θέλημα τὸ ∆ε σποτικὸν, καὶ δικαίαν αὐτοῖς ἐκνενέμηκε τὴν ἐπικου ρίαν. Ὀφείλεται γὰρ τοῖς πεπλανημένοις ἡ ἐπι στροφὴ, τοῖς ἐσκοτισμένοις ὁ φωτισμὸς, τοῖς ἠσθενη κόσι τὸ ἐνισχύεσθαι παρ' αὐτοῦ. ∆ιό φησιν· "Ἡ βοήθεια δικαία παρὰ τοῦ Θεοῦ." Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρό θυμος, κ.τ.λ. (A f. 47 b) Ἐπωφελὲς μὲν οὖν τὸ παράγγελμα τοῖς τὸν ἄφετον καὶ ἀνειμένον ζῶσι βίον, ὅτι κριτὴς δίκαιος ὁ τῶν ὅλων Θεός. Ἔστι δὲ πρὸς τοῦτο καὶ ἰσχυρός. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοί ξει; καὶ, Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ναὶ μὴν καὶ μακρόθυμος, μὴ παρὰ πόδας μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγων τοῖς ἁμαρτάνουσι. Πλὴν εἰ καὶ ἀνεξίκακος, οὐ χρὴ διὰ τοῦτο ἡμᾶς ῥᾳθυμεῖν. Μετακομιστέον δὲ πάλιν τοὺς λόγους καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν· ἐπιφωνήσοι γὰρ ἄν τις αὐτοῖς, ὡς εἰ μὴ θᾶττον ἀπόσχοιντο τῶν οἰκείων ἐπιτηδευμάτων, καὶ οἱ μὲν τοῦ τῇ κτίσει λατρεύειν ἀποσταῖεν, οἱ δὲ τὴν εἰς Χριστὸν πίστιν εἰσδέξαιντο, κριτῇ περιπεσοῦνται δικαίῳ καὶ ἰσχυρῷ, καὶ μα κροθύμῳ μὲν, πλὴν εἰ μὴ ἀποδύσονται τὰ ἐγκλήματα, καὶ κολάζοντι· τοῦτο γὰρ διὰ τῶν ἐφεξῆς στίχων διδάσκει. Ἵνα γὰρ μὴ ἀκούοντες, ὅτι μακρόθυμος, ῥᾳθυμότεροι γένωνται, ἐπήγαγεν, ὅτι Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε. (A f. 48 b, B f. 2) Στιλβώσει, ἀντὶ τοῦ, Γυμνώσει καθ' ὑμῶν τὴν μάχαιραν. Φιλάνθρωπον δὲ τὸ κή ρυγμα καὶ ἐξ ἡμερότητος τοῦ Θεοῦ προτεινόμενον τοῖς οὖσιν ἐν ἀσθενείαις· οὐ γὰρ ἁπλῶς, ὅτι γεγόνασιν ἐργάται τῶν πονηρῶν, ἠπείλησεν τὴν ῥομφαίαν αὐ τοῖς· ἀλλ' εἰ μὴ βούλοιντο θᾶττον ἐπιστρέφειν, ὅτι πάντη τε καὶ πάντως περιπεσοῦνται δεινοῖς, ἐφήσει νοεῖν. Ἐνέτεινε δὲ καὶ τὸ τόξον, ἕτοιμον ἔχων αὐτὸ τῶν τοῦ θανάτου σκευῶν, ἤτοι τῶν βελῶν, ἐπίμεστον, ἃ καὶ ἐξειργάσθαι φησὶν τοῖς καιομένοις, τοῖς τῆς γεέννης υἱοῖς [cod. υἱοὺς], οἳ κατὰ καιροὺς ἀκούσον ται τοῦ Κριτοῦ λέγοντος· "Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι," καὶ τὰ ἑξῆς. Ῥομφαίαν γε μὴν τόξον τε καὶ βέλη καὶ σκεύη θανάτου, ἢ τὰς διαφορὰς τῶν κολάσεών φαμεν ὑποδηλοῦν, ἤγουν δυνάμεις τινὰς ἐπιφερούσας ἀναλόγως τοῖς ἑκάστου πλημμε λήμασι τὰς δίκας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ ἐκ τῶν καθ' 12 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἡμᾶς πραγμάτων σχηματίζειν ἔσθ' ὅτε τὰ μὴ ἐμφανῶς, ἀλλ' ὡς ἐν κρυπτῷ καὶ νοήσει

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.