Psalm Θʹ rem early
Rem early: Psalm Θʹ; historia and theoria on the lemma toward Christ.
Greek
Ἐδίκασας, ἐπεξῆλθες, ἤμυνας. (A f. 61) Ἔοικε δὲ ἐν τούτοις ὁ Ψάλλων διὰ μὲν τοῦ, Ἐκάθισας, τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῦν τοῦ Θεοῦ· Ἔθνη δὲ τὰς τῶν πονηρῶν δαιμόνων ἀγέ λας ἀποκαλεῖν ἀναγωγικῶς, αἳ διεμοιράσαντο τὴν ὑπ' οὐρανὸν, εἰς πολυειδῆ καὶ πολύτροπον ἀποφέρου σαι πλάνην καὶ ἁμαρτίαν· ἀσεβῆ δὲ ἀπολλύμενον ἢ καθόλου πάντα τοιοῦτον, ἢ καὶ αὐτὸν τὸν διάβολον. Ἵνα δὲ μάθῃς τοῦ Θεοῦ τὴν ἰσχὺν, ἄκουε τῶν ἑξῆς· 69.765 Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα. (B f. 35) Οὐ μόνον, φησὶν, ἠσθένησαν καὶ ἀπολώ λασιν ἐπιτιμηθέντες οἱ δυσμενεῖς, ἀλλὰ γὰρ καὶ ἐξ ηλείφθη τὸ ὄνομα αὐτῶν. Ὄνομα δέ φησιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν κλῆσιν, ἐπεὶ μηδὲ τοῦτο γέγονεν (μεμνήμεθα γὰρ εἰς δεῦρο καὶ τοῦ Σατανᾶ καὶ τῶν σὺν αὐτῷ δαιμονίων ἀκαθάρτων)· δηλοῖ δὲ τὴν δόξαν. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. (A f. 61 b) Ἐξέλιπον καὶ τοῦ διαβόλου αἱ ῥομφαῖαι εἰς τέλος, ὅ ἐστι παντελῶς· αὗται δὲ εἶεν ἂν ἤτοι αἱ ἀντικείμεναι δυνάμεις, δι' ὧν ἦν ἰσχυρός· ἢ τὰ καθ' ἡμῶν τυραννήσαντα πάθη, δι' ὧν ἐχειροῦτο τοὺς ἐπὶ τῆς γῆς, καὶ τραυματίας ἀποφαίνων, τοῖς ἰδίοις ὑπ ετίθει ζυγοῖς· ἢ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑ ρήματα, καὶ αἱ πολύτροποι μηχαναὶ, ἂς ἐπ' ὀλέθρῳ τῶν ἀνθρωπίνων ψυχῶν εἰργάσατο. Πᾶν γὰρ εἶδος αἰσχρᾶς ἡδονῆς καὶ τῶν ἑτέρων ἁμαρτιῶν, μαχαίρας εἶναί φαμεν διαβολικὰς, ἤτοι βέλη τῶν ἀκαθάρτων πνευμάτων, δι' ὧν καρδίαν κατατοξεύουσι καὶ κατα νεκροῦσιν εἰς ἁμαρτίαν, ἀλλ' ἐκλελοίπασιν αἱ ῥομ φαῖαι· ἐνεδυσάμεθα γὰρ καὶ ἡμεῖς τὴν πανοπλίαν τοῦ Θεοῦ, δι' ἧς αὐτὰς ἀπημβλύναμεν. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. (B f. 35. b) Οὐκοῦν ὁ ἀεὶ βασιλεὺς Χριστὸς ὡς Θεὸς βεβασίλευκε καὶ τῶν ἐθνῶν, καὶ αὐτοὺς ὑποθεὶς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Τοῦτο γάρ ἐστι τὸ, ἐν κρίσει τὸν ἑαυτοῦ θρόνον ἑτοιμάσαι, καὶ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. (A f. 62 b) Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, "Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν," ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός. Ὁ γάρ τοι θρόνος, τὴν βασι λείαν ὑποδηλοῖ, ἤτις, οὐδενὸς ἀνθεστηκότος, ἑτοιμο τάτη τις ἔσται, τουτέστιν ἀδιακωλύτως ἐκλάμπουσα, 16 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ κατακρατοῦσα τῶν ὅλων. ∆ικάσει γὰρ ὁ Χριστὸς ἐν δικαιοσύνῃ, καὶ κατάρξει λαῶν τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην· βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανόν. Νοή σεις δὲ τοὺς στίχους καὶ οὕτως· ὅτι ὁ τὴν τοῦ δια βόλου τυραννίδα καθελὼν, καὶ τῆς ἐκείνου σκαιότη τος ὅλην ἀπαλλάξας τὴν ὑπ' οὐρανὸν, αὐτὸς ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ δεῖ πάντας ἡμᾶς φα νερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. (C f. 16 b) Ποίῳ φησὶ πένητι; Τῷ ἑκουσίως πενο μένῳ καὶ διὰ τὸν Θεόν. Ἀντὶ γὰρ τῆς ἑκουσίου πε νίας τούτῳ τὸν ἑαυτοῦ πλοῦτον ὁ Θεὸς χαρίζεται, καὶ ἐν τῷ τῆς θλίψεως καιρῷ ῥύστης καὶ βοηθὸς αὐ τοῦ εὑρίσκεται. 69.768 (A f. 63) Νοητέον δὲ ταῦτα καὶ κατὰ ἀναγωγὴν, ὅτι τῷ πτωχῷ τῷ πνεύματι λαῷ, τουτέστι τῷ πτω χεύοντι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ἑτέρα τις δύναμις ἢ ἐξουσία λογικὴ βεβοήθηκεν, ἀλλ' αὐτὸς ὁ Κύριος, ὁ τοῦ νοητοῦ πλούτου χορηγὸς, αὐτὸς βεβοήθηκεν ἐν εὐκαιρίαις, εἴτουν ἐν καιρῷ δεκτῷ θλίψεως σέσωκεν ἐπὶ καιροῦ. Ποία δὲ ἦν ἡ θλίψις; Ἡ δυσφόρητος ἁμαρτία φορτίου δίκην ἐπηρτημένη, ὥστε καὶ ἕκαστον τῶν ὑπ' αὐτῇ γεγονότων ἀναφωνεῖν, ὅτι "Αἱ ἀνομίαι μου ὡσεὶ φορ τίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ." Καὶ αὐτὸς δὲ ὁ Σατανᾶς βαρὺς ἦν, καὶ φορτίου παντὸς δυσαχθέστερος ἐπιπίπτων μετὰ τῆς πονηρᾶς φάλαγγος. Πεπιεσμένης τοίνυν τῆς ὑπ' οὐρανὸν καὶ οἷον ἐκτεθλιμμένης, ἐπὶ καιροῦ ἐπεφοίτησε τοῖς ἐπὶ γῆς ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησεν. Οἱ δέ γε ἀλιτήριοι δαί μονες, τὸ μὴ ἐν καιρῷ πεπράχθαι τὴν οἰκονομίαν κατ εψεύδοντο λέγοντες· "Ἦλθες ὧδε πρὸ καιροῦ βα σανίσαι ἡμᾶς." Ἀλλ', ὦ παμπόνηροι, φαίη τις ἂν, οὐ πρὸ καιροῦ μᾶλλον, ἀλλ' ἐν εὐκαιρίᾳ καὶ ἐν θλί ψει βεβοήθηκεν ἡμῖν, καὶ καταφυγὴ γέγονεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ [var. lect., σοὶ] οἱ γι νώσκοντες τὸ ὄνομά σου. (A f. 63. b) Τίνες δέ εἰσιν οἱ ἐλπίζοντες ἐπ' αὐτῷ καὶ γινώσκοντες τὸ ὄνομα αὐτοῦ; Οἱ τοῖς θεσπίσμασιν ὑπέχοντες τὸν αὐχένα. Καὶ τοῦτο διδάξει λέγων αὐ τός· "Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ." Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. (A f. 63 b) Ἰσχυρίζεται διὰ πείρας ἔχειν τὸ πρᾶγμα, εἰδέναι τε ὅτι τὸ ἀκράδαντον ἔχει. Ἀληθὲς γὰρ τὸ τοῦ Ἱερεμίου, ὅτι "Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλος εὐθηνοῦν παρ' ὕδατι." Οὕτω καὶ ἕτερός φησιν· Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατ ησχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατ έλιπεν αὐτόν. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. (A f. 64) Εἰ τοίνυν λέγοιτο κατοικεῖν ὁ Θεὸς ἐν Σιὼν, οὐ κατὰ τὰς Ἰουδαίων ὑπονοίας αἰσθητῶς τοῦτο πράττεσθαι νοοῦμεν· οὐ γὰρ ἐν τῇ ἐπιγείῳ Σιὼν, οὐδὲ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ κατοικεῖ ὁ Θεός· ἀλλὰ Σιὼν εἶναί φαμεν τὴν νοητὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἣ καὶ ἀδελφὴ τῆς ἄνω νοεῖται. Πρέποι δ' ἂν ὀνομάζε σθαι Σιὼν τήν τε ἄνω καὶ ἐπὶ γῆς Ἐκκλησίαν· ἑρ μηνεύεται γὰρ Σιὼν σκοπευτήριον· τοῦτο δέ ἐστιν αὕτη τε κἀκείνη. Οὐκοῦν κατοικεῖ Θεὸς ἐν τῇ Σιὼν 69.76 οὐ περιγραφόμενος (πληροῖ γὰρ τὰ πάντα), ἀλλ' οἷον ἐμφιλοχωρῶν καὶ ἀναπαυόμενος ἐν αὐτῇ. "Ὧδε γὰρ, φησὶ, κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν." Ἀπεφοί τησε μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς, λέγων· "Ἰδοὺ ἀφίεται ὁ οἷκος ὑμῶν ὑμῖν." Πεπλούτηκε δὲ αὐτὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ Ψάλλων φησίν· "Ἄκουσον, θύγατερ," καὶ τὰ ἑξῆς, "ὅτι ἐπεθύ μησεν ὁ βασιλεὺς τοῦ κάλλους σου." Τοῖς γε μὴν κατ οικοῦσιν ἐν ταύτῃ τῇ Σιὼν, τουτέστι τοῖς ἠλεημένοις καὶ σεσωσμένοις διὰ πίστεως, μηκέτι ζωοθυτεῖν· ἀλλ' ἐπειδὴ εἰς πνευματικὴν λατρείαν μετεφοίτησε τὰ ἐν νόμῳ, τὰς ᾠδὰς ἀνιέναι τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ θυσίας αἰνέσεως θύοντας· ψάλλειν δὲ τὰ αὐτοῦ καὶ μόνα λαλοῦντας μεγαλεῖα καὶ κατορθώματα. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. (A f. 64 b) Χριστοῦ δέ φαμεν ἐπιτηδεύματα, ἤτοι τὰς θεοσημείας, ἢ τῆς μετὰ 17 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Βαθὺς γὰρ λίαν ὁ τοῦ μυστηρίου λόγος, καὶ ἰσχναῖς ἐρεύναις ἐκ μέρους ἁλώσιμος, καὶ πίστει δεκτός· πολὺ γὰρ ἐν αὐτῷ τὸ θαῦμα. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν, ἐμνήσθη. (A f. 64 b) Καὶ τίνα τρόπον; Ἐνηνθρώπηκε γὰρ, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ὑπέμεινε σταυρὸν, ἵνα πάντας ἀγοράσῃ τῷ ἰδίῳ αἵματι, καὶ διαβολικῶν ἁρπάσῃ βρόχων τοὺς ἁλόντας αὐτοῖς. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. (A f. 65) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐν τούτοις ἢ τοὺς ἐξ ἐθνῶν ὀνομάζει, ἢ τοὺς ὑπὲρ αὐτῶν πλει στάκις παρακαλοῦντας ἁγίους· τοὺς μὲν, ὡς οὐκ ἔχοντας πλοῦτον τὸν νοητὸν (οἱ γὰρ ὅλως τὸν φύσει Θεὸν οὐκ εἰδότες, ποίαν ἂν ἔχοιεν λαμπρότητα νοη τήν)· τοὺς δὲ, ὡς ταπεινὸν καὶ συνεσταλμένον ἔχοντας φρόνημα. Εἰ μὲν οὖν πένητας εἶναί φαμεν τοὺς ἁγίους, οὐκ ἐπελάθετο τῆς κραυγῆς αὐτῶν, ἧς πε ποίηνται, πλειστάκις παρακαλοῦντες τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, ἐπισκέψασθαι τὴν ὑπ' οὐρανὸν, καὶ ἀντιλαβέσθαι τῶν ἐπὶ τῆς γῆς. Ἔφασκον γάρ· "Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς·" καὶ πάλιν· "Κύριε, κλῖνον οὐρανοὺς καὶ κατά βηθι." Εἰ δὲ τὰ ἔθνη νοοῦμεν τοὺς πένητας, ἐπειδὴ φωνὰς ὑπὲρ ἑαυτῶν οὐκ ἂν ἔχοι τις αὐτὰ καταδεῖξαι ῥήξαντά ποτε (πῶς γὰρ ἂν ἐπεκαλέσαντο Θεὸν ὃν οὐκ ᾔδεισαν)· φαμὲν, ὅτι διὰ πραγμάτων μᾶλλον ἢ ῥημά των παρ' αὐτῶν γέγονεν ἡ φωνή. Πᾶσα γάρ πως ἀδικία μονονουχὶ κατακέκραγε τοῦ δρῶντος αὐτὴν, καὶ ὑπὲρ τῶν ἀδικουμένων προσάγει λιτὴν, τοῦ 69.772 πλημμελοῦντος τὸ ἀπηνὲς καταγγέλλουσα, καὶ δι ανιστῶσα πρὸς ἐπικουρίαν τὸν ἐπαμῦναι δυνάμενον. Κατεβόησε γοῦν τοῦ Κάϊν τὸ αἷμα τοῦ ὑπ' αὐτοῦ ἀναιρεθέντος. "Φωνὴ γὰρ, φησὶν, αἵματος τοῦ ἀδεL f οῦ σου βοᾷ πρός με." ∆έδωκε δὲ καὶ ὁ θεῖος παῦ λος φωνὴν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ· κρεῖττον γὰρ ἔφη λαλεῖν αὐτὸ παρὰ τὸ Ἄβελ· τὸ μὲν γὰρ κατέκρινε τὸν φονευτὴν, καὶ οἷα κατηγοροῦσαν ἠφίει φωνὴν, τὸ δὲ γέγονε τῷ κόσμῳ σωτήριον, καὶ πλημ μελημάτων ἄφεσιν ἐκάλεσεν ἐπ' αὐτόν. Καθαρίζει γὰρ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας τὸ αἷμα Χριστοῦ, καθὰ γέγραπται. Οὐκοῦν ἡ ἀπώλεια τῶν ἐθνῶν, ἤγουν τὰ αἵματα αὐτῶν τὰ ζητηθέντα παρὰ Θεοῦ, κραυγῆς δύναμιν ἀπετέλεσε, καὶ κέκληκε τὸν τῶν ὅλων ∆η μιουργὸν εἰς ὀργὰς τὰς κατὰ τῶν ἀνῃρηκότων. Ὥσ περ γὰρ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, οὐκ αὐτό που πάντως ἰδίαν ἔχον φωνὴν, ἀλλ' οἱονεὶ τὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· οὕτω νοήσει τις καὶ ἐπὶ τῶν προσκυνούντων τοῖς δαίμοσιν. Εἰ γὰρ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, καὶ διὰ τοῦτο οὐδὲ ἐβόησαν πρὸς αὐτὸν, ἀλλ' ὅτι πε πλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι, τὴν ἐφ' ἑαυτοῖς πάντως αἰτοῦντες ἐπικουρίαν. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου. (A f. 66) Κατὰ δὲ ἀναγωγὴν, μνημονεύσας ὁ Ψαλμ ωδὸς πενήτων κραυγῆς ἧς οὐκ ἐπελάθετο ὁ Θεὸς, εἰσεκόμισεν εὐθέως ὁποία γέγονεν ἡ κραυγὴ παρὰ τῶν πενήτων ἐθνῶν. Οἷον γὰρ ἤδη πεφωτισμένοι καὶ ἀνανήψαντες, καὶ τῆς τῶν δαιμόνων κατεγνω κότες ἀπάτης, καὶ ἐν ἐπιγνώσει γεγονότες τῆς αὐ τῶν ἐπιβουλῆς, ὡς καὶ ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ τοὺς πάλαι προσκυνουμένους, παρακαλοῦσι τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καί φασι τεταπεινῶσθαι, οὐχ ὑπὸ τῆς ἑαυτῶν φύσεως (ἐπὶ ἀφθαρσίᾳ γὰρ ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς), ἀλλ' ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Φθόνῳ γὰρ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ', ὦ ∆έσποτα, φησὶν, ἐλέησόν με· σὺ γὰρ, ὁ ὑψῶσαι δυνάμενος ἐκ τῶν πυλῶν τοῦ θανάτου τοὺς ἁλόντας αὐταῖς. Πύλαι δὲ θανάτου, αἱ πονηραὶ δυνάμεις, κατακομίζουσαι εἰς πυθμένα θανάτου τοὺς ὑπ' αὐ τοῖς γεγονότας, καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, ἐξ ὧν τοὺς ἐνειλημμένους ἐξαιρεῖται Θεός. Θυγατέρα δὲ Σιὼν, τῆς ἐν οὐρανοῖς ἤτοι τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὴν ἐπὶ γῆς ὀνομάζουσι· πεποίηται γὰρ ὡς πρὸς ἐκείνην. "Ὅρα γὰρ, φησὶ ἡ Γραφὴ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·" τύπος γὰρ ἦν Ἐκκλησίας, ἡ σκηνή. Ἐν ταύτῃ τοίνυν γεγονὼς τῇ Σιὼν, φησὶν, μελῳδήσω σοι, τὰς 18 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αἰνέσεις ἐξαγγελῶ καὶ πάσας ἀπαραλείπτως, ὡς μηδένα τρό πον ἐλλεῖψαι
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.