Psalm Θʹ rem mid
Rem mid: Psalm Θʹ; lemma continues; spiritual reading with the letter.
Greek
δοξολογίας. Ἐοίκασι δὲ διὰ τούτου δη λοῦν, ὡς οὐχὶ τοῖς ἔξω τῶν Ἐκκλησιῶν, ἀλλὰ τοῖς ἐν αὐταῖς εἰσελαύνουσι διὰ τῆς πίστεως, πρέπει τὸ δοξολογεῖν· "Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ 69.773 τωλοῦ." Καὶ πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Φασὶν οὖν οἱ ἐξ ἐθνῶν, ὅτι ∆ιὰ τοῦτο ἐγεί ρεις ἡμᾶς ἐκ τῆς ταπεινώσεως, ἵνα ἐν τῇ ἐπουρανίῳ Σιὼν χορεύσωμεν. [Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Πύλαι θανάτου κατὰ ∆ιαφόρους ἂν νοοῖντο τρόπους. Καὶ γὰρ καὶ αὐτὸς ὁ δράκων ὁ ἀποστάτης, ὁ φαυλό τητος ἁπάσης εὑρετὴς, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραὶ, λέγοιντο ἂν οὐκ ἀπεικότως θανάτου πύλαι· κατακομίζουσι γὰρ εἰς πέταυρον ᾅδου, καὶ εἰς πυ θμένα θανάτου, τοὺς ὑπ' αὐτοὺς γεγονότας. Νοηθεῖεν δὲ ἂν θανάτου πύλαι καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, καὶ μὴν καὶ οἱ παρ' Ἕλλησιν σοφοὶ, συνασπίζοντες τῇ πλάνῃ, καὶ τῆς εἰδωλολατρείας τὸ ἀκαλλὲς ταῖς ἑαυ τῶν εὐγλωττίαις ἐξωραΐζειν σπουδάζοντες.] Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου. (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἀσμενίζουσι τὴν οἰκονομίαν οἱ ἐξ ἐθνῶν, ἢν ἐν Χριστῷ πεποίηκεν ὁ Θεὸς καὶ Πατὴρ, Σωτῆρα καὶ Λυτρωτὴν ἀναδείξας αὐτὸν τῷ κόσμῳ παντί· εὐδόκησε γὰρ ἀνακεφα λαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν προσιέντες τὴν πίστιν, ὡς εἰσκομίζειν ἰσχύουσαν ἐν ταῖς πύλαις τῆς θυγα τρὸς Σιών. Σωτήριον δὲ πανταχοῦ ἡ Γραφὴ τὸν Χρι στὸν ὀνομάζει. Ἄδεται γοῦν ὡς ἐκ προσώπου τινῶν δεδιψηκότων ἰδεῖν τὴν ἐπιφάνειαν αὐτοῦ· "∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν." Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν. (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἔθνη χρὴ λέγειν τὴν ἀκάθαρτον τῶν δαιμόνων πληθὺν, οἳ κατεσκεύα σαν μὲν τῷ Σωτῆρι, καθάπερ ᾠήθησαν, τὴν ἐπὶ τῷ θανάτῳ διαφθοράν. Ἐστρατήγησαν αὐτοὶ ταῖς Ἰουδαίων μανίαις, στήσαντες ὑπουργὸν τὸν κλεπτί στατον μαθητήν· ἐνεπάγησαν δὲ αὐτοὶ μᾶλλον, ἤπερ ὁ τὴν παρ' αὐτῶν ὑπομείνας ἐπιβουλήν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὴν ὑπ' οὐρανὸν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἠλευθέρωσεν. Ἔφη γὰρ τὸν τῷ κόσμῳ σωτήριον μέλλων ὑπομεῖναι σταυρόν· "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται·" Καὶ, "Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καὶ οἱ διῶκται δὲ ταῦτα πεπόνθασιν, ἃ τοῖς πολλοῖς ἐξήρ τυσαν. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ. (A f. 67, C f. 18) Κατὰ δὲ ἀναγωγὴν, ὀρθοῦ κρί ματος γεγονότος, καὶ κολάσεως ἐπενηνεγμένης τοῖς ἀνόσια πεπλημμεληκόσιν, ἐπιγινώσκεται ὁ Κύριος παρὰ τῶν πιστευσάντων εἰς αὐτὸν, ὡς ὑπάρχων δί καιος, ὅσιός τε καὶ δυνατός· ἐν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Τοῦτο δὲ διχῆ νοητέον· ἢ γὰρ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ καθάπερ εἴς τινα παγίδα ἐμπεσὼν ὁ ἁμαρτωλὸς, τὰς τῆς δυσσε 69.776 βείας δίδωσι δίκας, ἢ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν περιπεσὼν, συλληφθήσεται· ὁ γὰρ τῷ πλησίον ὀρύσ σων βόθρον, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ κρῖμα ἀλη θῶς δίκαιον, τὸ, τοὺς κατασκευάσαντας ἀνθρώπῳ τὸν θάνατον, ἐν αὐτῷ περιληφθῆναι, τοῦ Θεοῦ τὴν ἀπά την κατὰ τοῦ μηχανωμένου τρέποντος. Ἁμαρτωλὸν δὲ ἐνταῦθα καλεῖ ὁ ∆αβὶδ, ἤτοι καθ' ὅλου τὸν ἁμαρ τίαις ἔνοχον (πᾶσα γὰρ ἀνάγκη τὸν οὕτω ζῇν εἰωθότα, κολάζεσθαι τοῖς ἰδίοις ἔργοις ἐμπεπαρμένον· σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται)· ἢ ἁμαρτωλὸν τὸν Ἰουδαίων δῆμον ὀνομάζει, καὶ μάλα εἰκότως· ἀπέμεινε γὰρ ἐν μολυσμοῖς, οὐ προσηκά μενος τὴν διασμήχουσαν χάριν, ἐναπέθανε τοῖς ἑαυ τοῦ πλημμελήμασι. Κληθείη δ' ἂν ἁμαρτωλὸς καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς Σατανᾶς, ὃς δικαίῳ κρίματι συνελήφθη, τοῖς ἰδίοις ἔργοις περιπεσών· κατ εσκεύασε μὲν γὰρ καὶ γέγονεν ὑπὸ πόδας δικαίων. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. (A f. 67 b) Κατὰ δὲ ἀναγωγὴν, ἐκ πολλῆς ἄγαν φιλοθεΐας οἱ πιστεύσαντες ἐοίκασιν ἐπαρᾶσθαι τοῖς ἠθετηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τὴν πο λύευκτον χάριν, δι' ἧς ἠδύναντο τῆς τῶν οὐρανῶν βασιλείας ἀποφαίνεσθαι κληρονόμοι. Ἢ τάχα ἔθνη Θεοῦ ἐπιλανθανόμενα, 19 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οἱ δαίμονές εἰσι· κατ' οὐδένα γὰρ τρόπον πρακτικῶς Θεοῦ διαμέμνηνται, ἀλλ' ἔξω πάσης εἰσὶν ἀρετῆς καὶ ἀγαθουργίας. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός. (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐνταῦθα ἢ πάντας τοὺς ἁγίους ὀνομάζει ἁπλῶς, ὑφειμένον καὶ ταπεινὸν ἔχοντας φρόνημα, ἢ τοὺς ἐξ ἐθνῶν κεκλη μένους, οἳ πάλαι ἐν ἐνδείᾳ ἦσαν παντὸς ἀγαθοῦ. Τού τους οὐκ εἰς τέλος ἐπιλησθήσεσθαί φησι· μνήμη γὰρ γέγονεν αὐτῶν παρὰ τῷ φιλοικτίρμονι Θεῷ, καὶ κέ κληνται διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν, τὸν τῆς ἀρχαίας ἀπάτης ἀπολυσάμενοι ζυγόν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς εὔχεται τὸν Μονογενῆ καὶ διεγερθῆναι, ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος (ὂν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ διὰ τὸ ἀσθενὲς, καὶ τό γε πρὸς Θεὸν μηδὲν ὅλως ὑπάρχειν αὐτὸν, ἀλλ' οἷον ἐν τάξει τῶν γηγενῶν) μὴ ἐπὶ πλεῖον ἐπαίρῃ τὴν ὀφρὺν, μη δὲ κραταιὸς φαίνηται. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. (A f. 68 b) Κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ σωτηρίᾳ γενησομένην τῶν ἐθνῶν κρίσιν γενέσθαι εὔχεται· Κριθήτωσαν γὰρ, φησὶν, ἔθνη, οὐχ ἵνα τὰς τῶν ἐπται σμένων δοῖεν δίκας, ἀλλ' ἵνα γνωσθεῖεν ὡς ἠδικη μένοι, καὶ τῆς τοῦ τυραννήσαντος ἔξω γένοιντο χει ρός· ὡς εἶναι κρίσιν ἐνταῦθα τὴν τοῦ Θεοῦ δικαιο κρισίαν, καθ' ἣν ἠλέηται τὰ ἔθνη καὶ κέκληνται πρὸς τὴν θείαν ἐπίγνωσιν αὐτοῦ. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν. (A f. 68 b) Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πολλοὶ καὶ 69.777 τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον· τὸ μὲν γὰρ, ἀνάγκης σώματος· τὸ δὲ, διεφθαρμένης προαιρέ σεως. Κατὰ δὲ ἀναγωγὴν, εὔχεται τοῖς ἔθνεσι νομο θέτην καταστῆναι Χριστόν· καὶ τὴν αἰτίαν ἐπιφέρει, δι' ἢν τοῦτο εὔχεται· "Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσι." Πρὶν μὲν γὰρ εἰς ἐπίγνωσιν ἀλη θείας ἐλθεῖν, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, κτηνοπρεπῆ διέζησαν βίον, οὐδὲν ὄντες ἔτερον πλὴν ὅτι σάρκα, καὶ οἷον βοσκήματα ταῖς τῆς γαστρὸς ἡδοναῖς προσκείμενοι· ὥστε τὸν ∆αβὶδ ἐπι στενάζοντα λέγειν· "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσιν." Ἀνεκομί σθησαν δὲ διὰ Χριστοῦ πρὸς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι πρὸς ἀρετὴν ἀπευ θύνονται. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; (A f. 69.) Κατὰ δὲ ἀναγωγὴν, ἐπιταχῦναι τὴν μικρὸν ὕστερον γενησομένην τῶν ἐθνῶν κλῆσιν εὔ χεται. Τοῦτο δὲ αὐτῷ πεποίηκεν ἢ τοῦ διαβόλου ὑπεροψία, ἢ καὶ οὕτως· Ἵνα τί ἀφέστηκας μακρό θεν, οἷον ἀποφέρων ἑαυτὸν τῶν ἠδικημένων, καὶ πλεονεκτεῖν ἐφιεὶς τοῖς τὰ σὰ διαρπάζουσι, καὶ οὐχὶ δὲ μᾶλλον ἔγγιον ἔρχῃ διὰ τῆς ἐπικουρίας, ὑπερορᾷς δὲ συντεθλιμμένους καί τοι καιροῦ καλοῦντος εἰς τὸ ἐπαμῦναι; Πρέπει γὰρ οὐχ ἑτέροις ἢ τοῖς παθοῦσιν ὁ ἔλεος. Οὐκοῦν ἡ θλῖψις, ὡς ἐπὶ καιροῦ βοήθειαν αἰτεῖ· "Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." Ἐσχημάτισται δὲ ὁ λόγος ὡς ἐφ' ἡμῶν· οὐ γὰρ ἀπέστη Θεὸς, πληροῖ δὲ μᾶλ λον τὰ πάντα, καὶ οὐδὲν αὐτοῦ κενόν. Εἰ δὲ ἀφεστά ναι λέγεται μακρὰν, μὴ τὴν ὡς ἐν τόπῳ νοήσῃς ἀπόστασιν, ἀπεριόριστον γὰρ τὸ Θεῖον, ἀλλὰ καθ' ὃ συγκεχώρηκεν ἀδικηθῆναι καὶ παθεῖν, οὐ χαριζόμενος τὴν ἐπικουρίαν· ταύτῃ τοι καὶ ἀφεστάναι λέγεται. Ἔτι ἀφέστηκεν ὥσπερ ἡμῶν ὁ Θεὸς τῇ τῆς φύσεως διαφορᾷ· πολὺ γάρ τι τὸ μεσολαβοῦν Θεὸν καὶ κτίσιν, καὶ ἀσύγκριτος ἡ διαφορά. Ἔοικε τοίνυν ἐνταῦθα καλεῖν τὸν μονογενῆ Λόγον εἰς ἐνανθρώπησιν· οὕτω γὰρ γέγονεν ἐγγὺς ἡμῶν ὁ μακρὰν, ὅτι Θεὸς ὢν φύσει, γέγονε σάρξ. Ἐπὶ καιροῦ δὲ πέπρακται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ὅτε καὶ εἰς λῆξιν κακοῦ διελήλακεν ἡ ὑπ' οὐρανὸν, πάντα τρόπον ἐπιβουλῆς ἐπαρτυσάντων αὐτῇ τῶν ἐχθρῶν. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. (C f. 18 b.) Οὐ μόνον ἐν τοῖς ἀνθρωπικοῖς ἀδικού μενος πράγμασιν, ἀλλὰ καὶ εἰς ἁμαρτίαν ἐρεθιζόμε νος· ὅταν γὰρ ἴδῃ τὸν ἀσεβῆ εὐοδούμενον, ὑπὸ τῶν λογισμῶν ἐμπυρίζεται, 20 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦ Σατανᾶ ὑποβάλλοντος αὐτῷ ζηλῶσαι τὸν ἄνομον. (A f. 6 b.) Οὐκοῦν ἀληθὴς ὁ λόγος καὶ κατὰ παντὸς ἀλαζόνος καὶ ἀπηνοῦς λεγόμενος, ἀφύκτοις ὥσπερ 69.780 πλεονεξίαις καταφλέγοντος τοὺς ἀσθενεστέρους. Ἀλη θὲς γὰρ κἀκεῖνο· οἱ γὰρ τὴν ἐγκόσμιον ταύτην καὶ δαιμονιώδη καὶ ψυχικὴν σοφίαν ἐξησκηκότες, ἀλαζο νεύονται διὰ τοῦτο, καὶ τοὺς ἐν πτωχείᾳ φρενῶν ἐμπυρίζουσι, τουτέστιν υἱοὺς γεέννης ἀποφαίνουσι, συνηγοροῦντες τῷ ψεύδει, καὶ ταῖς αὐτῶν εὐγλωττίαις τὴν ἀπάτην κατακαλλύνοντες, καὶ ἀποφέροντες διὰ τούτου πρὸς τὸ πλανᾶσθαι πολλούς· οὗτοι συλλαμβά νονται, καθάπερ εἰς παγίδα πεσόντες εἰς τὰ τῶν πλάνων διαβούλια· ὃ γὰρ ἂν ἐκεῖνοι συμβουλεύσειαν, τοῦτο τοῖς ἀσθενεστέροις πάγη καὶ βρόχος γίνεται. Ἑτέρως δὲ ὑπερήφανος μὲν ὁ Σατανᾶς· ἐπειδὴ δὲ τοιοῦτός ἐστιν, ἕως ἐξῆν αὐτῷ τοῦτο δρᾷν καὶ κατ επαίρεσθαι τῶν ἐπὶ τῆς γῆς, ἐνεπυρίσθη πᾶς ὁ πτω χὸς, τουτέστιν ὁ ἐν ἐνδείᾳ φρενῶν, καὶ πνευματικῆς ἰσχύος ἐπιδεής· ἡ γὰρ ὑπεροψία τοῦ πονηροῦ, πύρω σις τῷ πτωχῷ γίνεται λαῷ. "Συνελήφθησαν γὰρ ἐν διαβουλίοις οἷς διαλογίζονται." Καὶ τίνες οἱ διαλο γιζόμενοι; Ἢ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου, ὧν τὰ διαβούλια καὶ αἱ κακουργίαι καὶ κατὰ πάντων μηχανήματα, παγίδες εἰσὶ τοῖς ἁλισκομένοις· ἢ αὐτοὶ οἱ πλεον εκτούμενοι, ἐν τοῖς ἑαυτῶν διαβουλίοις συλλαμβάνον ται· ὃ γὰρ ἂν βουλεύσωνται, τοῦτο πάντως ἔσται κατ' αὐτῶν. Ὡς ἐν κεφαλαίῳ τοίνυν εἰπεῖν, ἐκ μέσου γενέσθαι παρακαλεῖ τὸν ἀλαζόνα δράκοντα καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις, ὧν τοῖς διαβουλίοις ὁ πτωχὸς ἐμπυρίζεται, πρὸς πᾶν εἶδος φαυλότητος κατ ωθούμενος· διὰ τοῦ μὴ εἰδέναι τίς ὁ φύσει Θεὸς, μήτε μὴν τοῖς θείοις νόμοις πρὸς τὸ καλὸν ἀπευθύ νεσθαι. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. (A f. 70.) Ἢ καὶ οὕτως. Εἰς τοῦτο, φησὶ, φαυλό τητος καὶ ἀθλιότητος πραγμάτων κατεκομίσθη τὰ ἀνθρώπινα ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ὡς εἶναι μὲν παντελῶς οὐδένα τῆς ἀγαθουργίας τὸν ἐπι μελητὴν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἐπαινεῖσθαι παρὰ πάντων τοὺς ταῖς τῶν ἰδίων ψυχῶν ἐπιθυμίαις ἀκο λουθοῦντας, οἳ τάχα που καὶ ἐναβρύνονται τῷ κακῷ καὶ ἐπὶ τῷ εἶναι πονηροὶ μέγα φρονοῦσι, κατασκώ πτοντος μὲν αὐτοὺς οὐδενὸς, εὐλογοῦντος δὲ μᾶλλον ἤγουν εὐφημοῦντος. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. (A f. 70.) Νοήσεις δὲ καὶ οὕτως ὅτι παρώξυνε τὸν Κύριον, χλευάζων τοὺς περὶ τῆς προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους. Πολλοὶ γοῦν ἀκούοντες τοιοῦ τόν τι, γελῶσιν εὐθέως· τούτῳ δὲ συναπτέον καὶ τὸ, "Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ," ἵνα ᾖ τὸ ὅλον οὕτω· Παρώξυνε γὰρ, φησὶ, τὸν Κύριον ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων· τὸ γὰρ αὐτοῦ ἐπὶ τοῦ παροξύνοντος αὐτὸν ληπτέον. Εἶτα τὸ οὐκ ἐκζη τήσει, καθ' ὑποστιγμὴν ἀναγνωστέον· ἵνα ᾖ τὸ νοούμενον οὕτως· Ἆρ' οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν καὶ τὸ πλῆθος ἑαυτῷ ἐκκαίων ὀργῆς; ὁ δὲ οὐ· ἐκζητήσει; Ἢ καὶ οὕτως· Παροξύνει μὲν τὸν Θεὸν ὁ 69.781 ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν. Εἶτα ὡς ἐν ἐπερωτήσει· Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ. (A f. 70 b, B f. 3.) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Ἐπὶ μὲν οὖν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.