Exposition on the Psalms · §ps017-open

Expositio in Psalmos Psalm ΙΖʹ opening

Psalm ΙΖʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΙΖʹ. — ΨΑΛΜΟΣ ΙΖʹ. Εἰς τὸ τέλος, τῷ παιδὶ Κυρίου τῷ ∆αβίδ· ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, κ.τ.λ. Τὸ δὲ

Greek

ΨΑΛΜΟΣ ΙΖʹ. Εἰς τὸ τέλος, τῷ παιδὶ Κυρίου τῷ ∆αβίδ· ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, κ.τ.λ. (A f. 97 b.) Τὸ δὲ ἀληθὲς καὶ μυστικὸν, οἱ πιστεύ σαντες εἰς Χριστὸν τὸν ἐκ σπέρματος ∆αβὶδ γεγονότα, καὶ σὺν αὐτῷ υἱοὶ τοῦ ∆αβὶδ χρηματίσαντες, οὗτοι τῷ Χριστῷ τὴν ᾠδὴν ταύτην ἀνακομίζουσιν, ὡς ἐκ πάν των ἐχθρῶν ῥυσθέντες, καὶ ἐκ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ὃν τῆς καθ' ἡμῶν τυραννίδος ἐξέβα λεν ὁ Υἱὸς, καθ' ἃ καὶ πάλαι Θεὸς τὸν Σαοὺλ ἀπώσατο τοῦ βασιλεύειν ἐπὶ τὸν Ἰσραήλ. Εἰσφέρεται δὲ ἐν τῷ ψαλμῷ, ποτὲ μὲν τὸ πρόσωπον τῶν πιστευσάντων, ποτὲ δὲ τὸ τοῦ Χριστοῦ, ταῖς ἀνθρωπίναις κεχρημέ νον φωναῖς. Ταύτῃτοι καὶ Εἰς τὸ τέλος ἡ ἐπιγραφή. Περιέχει γὰρ ὁ ψαλμὸς τὴν κάθοδον τοῦ Μονογενοῦς, τὴν ἀνάληψιν, τὴν κατὰ τῶν δαιμόνων νίκην, τοῦ Ἰσραὴλ τὴν ἐκβολὴν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, ἅτινα πάντα ἐν τῷ τέλει τῶν αἰώνων ἐγένετο, ὅτε ὁ Μονογενὴς ἐνηνθρώπησεν. Εἴημεν καὶ ἡμεῖς παῖδες Κυρίῳ, ὅ ἐστι δοῦλοι· καὶ ὡς ἐν ἡμέρᾳ τῇ ἀρετῇ καὶ τοῖς ἔργοις τοῦ φωτὸς εὐσχημόνως περιπατοῦν τες, ῥυσθείημεν ἐκ πάντων τῶν ἐχθρῶν, μάλιστα δὲ τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως καὶ τῆς ἐνεργείας τοῦ Σατανᾶ. Ἡ γὰρ χεὶρ, πράξεως σύμ βολον· καὶ εἰς τὸ τέλος τῆς νίκης ἐλθόντες, εὐχα ριστεῖν ἀξιωθείημεν τῷ νικοποιῷ Χριστῷ. 69.821 Ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου. (C f. 31.) Ταῦτα δὲ πάντα δικαίως ὀνομάζεται, περὶ οὗ ψάλλειν ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης ἐδί δαξεν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οὔ τως ἡμῶν ὑπερασπιστὴς διὰ τῆς σαρκὸς, καθάπερ ἐν ἀσπίδι βέλη τὰ ὑπὲρ ἡμῶν πάθη δεξάμενος. Ἀντιλήπτωρ διὰ τῆς θεότητος· μόνη γὰρ ἡμῶν ἀντι λαβέσθαι διὰ τῆς ἀπαθείας ἐδύνατο. Κέρας ἡμῶν σωτηρίας διὰ τοῦ σταυροῦ ἐγένετο· οὐδὲν γὰρ τοῖς δαίμοσιν τοῦ σταυροῦ φοβερώτερον. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσ ώπου αὐτοῦ. (A f. 100, Κυρίλλου καὶ Ὑπατίου.) Ὥσπερ γὰρ καπνὸς προηγεῖται πυρὸς, ἀνακαιομένου δὲ πυρὸς καὶ ξυλικὴν δαπανῶντος ὕλην, ἄνθρακας γίνεσθαι συμβαίνει, οὕτω καὶ ἡ τοῦ Θεοῦ ὀργὴ, ἤρξατο μὲν ὡς διὰ καπνοῦ, ηὔξησε δὲ ὡς πῦρ, καὶ τέλος ἀπην θράκωσε τοὺς ἐχθροὺς τοῦ ∆αβίδ. Εἰκότως δὲ κα πνὸς καὶ τιμωρία λέγεται, ὡς δακρύων ἐμποιητική· ἐξέλκει γάρ πως ἀεὶ τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνὸς ἐμπίπτων τοῖς ὀφθαλμοῖς. Ὀργισθέντος δὲ τοῦ ∆ημιουργοῦ καὶ κατὰ δαιμονίων διὰ τὴν τοῦ πλάσματος ἀπώλειαν, προηγήσατο τῆς ἐκδικήσεως ὁ καπνὸς, ἡ μετρία τοῦ 34 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τυραννήσαντος ἐποχή· ἠκολού θησε δὲ καὶ πῦρ, ἡ παντελὴς πάντως τοῦ πολεμίου φθορὰ γενομένη ἀπὸ προσώπου τοῦ Θεοῦ, τουτέστιν ἀπὸ Χριστοῦ, ὅς ἐστι τοῦ Θεοῦ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.