Exposition on the Psalms · §ps017-rem-early

Psalm ΙΖʹ rem early

Rem early: Psalm ΙΖʹ; historia and theoria on the lemma toward Christ.

Greek

πρόσωπον καὶ χα ρακτὴρ τῆς αὐτοῦ ὑποστάσεως. Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, ἀνήφθη ἀπ' αὐτοῦ πῦρ ὀργῆς κατὰ τῶν δαιμονίων, ὥστε κράζειν αὐτά· "Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Καὶ ἐπὶ τῶν Ἰουδαίων δὲ προανεδόθη ὥσπερ καπνὸς ἡ παρὰ τοῦ Χριστοῦ ἐπ' αὐτοὺς ἀπειλή. Ἔφασκε γάρ· "Ὅτανἴδητε κυκλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατο πέδων, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς." Εἶτα ἐπηκολού θησε καὶ πῦρ ἡ ὀργὴ, καὶ τοσοῦτον ἐπ' αὐτοῖς ἐξ εκαύθη, ὥστε καὶ ἄνθρακας αὐτοὺς ἀποτελέσαι, τουτ έστι δαπανῆσαι καὶ διαφθεῖραι. Οἶδα καὶ πῦρ κα λὸν, ὅπερ ἦλθε Χριστὸς βαλεῖν ἐπὶ τὴν γῆν. Τοῦτο τὸ πῦρ ἐπαινετοὺς ἄνθρακας ἀποτελεῖ· διὰ γὰρ τῆς τοῦ ἁγίου Πνεύματος θερμότητος, τῷ πνεύματι ζέοντες ἀποφαίνονταί τινες. Ἀνήφθησαν γοῦν ἀπὸ Θεοῦ ἄνθρακες οἱ ἀπόστολοι, τῇ πρὸς αὐτὸν ἑνώσει πυρούμενοι, καὶ φωστῆρες ἐν κόσμῳ φαινόμενοι· καὶ περὶ αὐτῶν λέλεκται πρὸς τὴν Ἱερουσαλήμ· "Ἔχεις ἄνθρακας πυρὸς καθίσαι ἐπ' αὐτοὺς, οὗτοι ἔσονταί σοι βοήθεια." Ἔκλινεν οὐρανοὺς καὶ κατέβη, κ.τ.λ. (C f. 31 b.) Κατέβη ἵνα τὴν γῆν τῷ οὐρανῷ συν άψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρί σηται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦ τον τὸν τρόπον ἐπεδήμει τῇ γῇ καθ' ὃν ἐδύνατο δέχεσθαι, τουτέστιν ἐν σαρκὶ, ἥντινα γνόφον ὑπὸ 69.824 τοὺς πόδας ἐκάλεσεν. Αὔτη γὰρ τοῦ Θεοῦ τὴν παρ ουσίαν τὴν ἐπὶ συντελείᾳ πρὸς ἡμᾶς γενομένην ἀπέκρυψεν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. (K f. 48). Σκότος ἐνταῦθα τὴν ἐκ τῆς ἀκαταληψίας ἀχλὺν, ἣ καὶ τοῖς εἰς νοῦν τὸν ἡμέτερον ὀφθαλμοῖς ἐμπίπτουσα, τὸν ἀϊδίως ὄντα μετὰ Πατρὸς, χρόνου μέτροις μετρεῖν οὐκ ἐᾷ. (C f. 31 b). Σκότος τὸ ἀσαφὲς τοῦ μυστηρίου νόη σον, ὅπερ ἀπὸ τῆς σαρκὸς τοῖς ἀπίστοις συνέβαι νεν· ὅθεν καὶ ἀποκρυφὴν εἰκότως προσηγόρευσεν· οὔτως ἑαυτὸν ὁ Χριστὸς ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔκρυψεν, οἳ θεωροῦντες αὐτὸν καὶ παρὰ τῶν Ἰουδαίων ἀπιστούμενον, ἐπὶ τὸν σταυρὸν ἔτρε χον, οὐκ εἰδότες τοῦ σταυρωθέντος τὴν δύναμιν. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. (F f. 23.) Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ τοῦ Χριστοῦ μυστήριον. Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσ ελάβετό με ἐξ ὑδάτων πολλῶν. (A f. 102 b.) Ὁμολογεῖ καὶ ἡ τῶν πιστῶν Ἐκκλησία, Σωτῆρα ἐξ οὐρανοῦ τὸν Κύριον παρὰ τοῦ Πα τρὸς ἀποσταλῆναι, ὡς ἀκτῖνα ἐξ ἡλίου, καὶ ἐλευ θερῶσαι αὐτὴν ἀπὸ τῶν πολλῶν ὑδάτων, τουτέστι τῶν ἀντικειμένων δυνάμεων, καὶ τῶν ἀλμυρῶν καὶ ταραχωδῶν τοῦ βίου πραγμάτων καὶ περιστάσεων. Πολλὰ δὲ λέγει τὰ ὕδατα· διάφοροι γὰρ τῶν πειρα σμῶν οἱ τρόποι, καὶ τῶν πονηρῶν πνευμάτων αἱ ἐπιβουλαί. Ἀλλ' ἐκ πάντων τούτων σέσωκεν ἡμᾶς ὁ Χριστός. Κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπο δώσει μοι. (C f. 34.) Συζύγως

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.