Exposition on the Psalms · §ps018-rem-early

Psalm ΙΗʹ rem early

Rem early: Psalm ΙΗʹ; historia and theoria on the lemma toward Christ.

Greek

ἔχουσα ναῦς ἀνακηρύττει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτίσις, ἧς ἀρτίως δι εμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν ἄλογος· λαλιαὶ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ οἷον φωνὴ τὸ κάλλος καὶ ἡ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον, καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον, φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ ∆αβὶδ ἀπέφηνεν, ὅτι μήτε ἔμπνους μήτε λογικὴ κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς· ζῶον γὰρ εἶναί φασιν ἒν τὸν σύμπαντα τοῦτον κό σμον· ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμπλη ροῦται. Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. (A f. 112.) ∆ιαμέμνηται χρησίμως ὁ ∆αβὶδ τῆς εὐτάκτου πορείας τοῦ ἡλίου, καὶ ὅτι ἀναφοιτᾷ ὥσπερ ἀπὸ παστοῦ τῆς ἐσχατιᾶς, οἷά τις νυμφίος εὖ μάλα διαπρεπής· εἶτα καθάπερ ἀπὸ βαλβίδος τὸ τοῦ δρό μου σύνθημα λαβὼν, ὀξεῖάν τε καὶ εὐσθενῆ ποιεῖται τὴν πτῆσιν, καὶ ἀμογητὶ διατρέχει. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐ τοῦ. Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάσ (A f. 113.) Οὐκ ἀνόνητος τοῖς νουνεχεστέροις ἡ φυ σικὴ γίνεται θεωρία παριστῶσα τοῖς ὁρᾷν ἐθέλουσι τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἀπό γε τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ εὐταξίας· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ἀλλ' ὧδε τούτων ἐχόντων, καὶ αὐτὸς ἐπέφανεν ἡμῖν ὁ Χριστὸς, καὶ τῷ Πατρὶ ἡμᾶς προσεκόμισεν, οὐ διὰ νομικῆς λατρείας, διὰ νουθεσίας δὲ μᾶλλον εὐαγγελι κῆς. Οὐκοῦν πρὸς τῇ φυσικῇ θεωρίᾳ, τουτέστι τῇ ἀπό γε τῆς τῶν κτισμάτων ποιήσεώς τε καὶ εὐταξίας, καὶ τὸ δι' αὐτοῦ πεπλουτήκαμεν κήρυγμα. Ἀπέχρη 69.832 μὲν καὶ ἡ κτίσις δεῖξαι τοῖς ἀνθρώποις τὸν Ποιητὴν, ἀλλ' ὅμως καὶ νόμον ἔδωκεν εἰς βοήθειαν, ἐπιστρέ ψαι τοὺς πλανωμένους δυνάμενον. Τῷ μὲν οὖν ἀπ ερισκέπτως ἐξετάζοντι τὰ τοῦ ψαλμοῦ ῥήματα, δοκεῖ μὴ ἀκολουθεῖν τοῖς 37 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.