Exposition on the Psalms · §ps018-open

Expositio in Psalmos Psalm ΙΗʹ opening

Psalm ΙΗʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΙΗʹ. — Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·

Greek

ΨΑΛΜΟΣ ΙΗʹ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. (A f. 10 b.) Ἡ μὲν τῶν Ἑλλήνων πληθὺς τῷ μεγέθει καὶ τῷ κάλλει τῶν ὁρωμένων κτισμάτων οὐ προσβάλλουσα συνετῶς, 36 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὑπέλαβον θεὸν εἶναι οὐρανὸν ἤγουν τὸ στερέωμα, καὶ προσεκύνησαν αὐτῷ. Καί τοι ἐδύναντο συνιδεῖν τὸν τεχνίτην ἀπὸ τοῦ θαυμαστῶς ἔχειν τὸ ποίημα. Εἰ γὰρ μέγα καὶ ἐξαίρετον τὸ ποιη θὲν, οὐ τὴν ἰδίαν μᾶλλον ἀλλὰ τὴν τοῦ τεχνίτου δόξαν διαβοήσειεν ἄν. ∆ιηγοῦνται τοίνυν οἱ οὐρανοὶ τὴν τοῦ Θεοῦ δόξαν ἄνευ φωνῆς, καὶ τὸ στερέωμα μονονουχὶ βοᾷ ὅτι αἱ χεῖρες τοῦ Θεοῦ αὐτὸ ἐποίησαν. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. (A f. 110 b.) Συμφώνως τῷ Μωϋσῇ, οὐρανοῦ μνη μονεύσας πρῶτον, εἶτα στερεώματος, ἐφεξῆς καὶ περὶ τοῦ ποιοῦντος τὴν ἡμέραν φωτὸς διαλέγεται, καὶ δείκνυσιν ὅτι δυνατὸν καὶ ἐξ ἡμερῶν καὶ νυκτῶν καταθαυμάσαι τὴν οἰκονομίαν τοῦ τάξιν καὶ μέτρα καὶ ἀνακύκλησιν τὴν ἐξ ἀμοιβῆς ἐπιθέντος αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, τουτ έστιν ὁ μεθιστὰς εἰς ὄρθρον καὶ φῶς τὴν νύκτα, καὶ ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἤγουν ἡμέραν καὶ νύκτα. Αὐτὸς προστάττει ἡμέρας μὲν ἡμέραις παραχωρεῖν τὰ τῶν ὡρῶν διαστήματα, νύκτας δὲ νυξίν· ὡς ποτὲ μὲν εἶναι μείζους αὐτὰς, ποτὲ δὲ ἐλάττους· καὶ γὰρ μονονουχὶ λέγει ἡ ἡμέρα ἐν θέρει τυχὸν τῇ ἐν χει μῶνι· Παραχώρει μοι τὸ πλέον ἐν διαστήματι τῶν ὡρῶν. Τοῦτο γὰρ τῷ πατριάρχῃ δοκεῖ. Ἡ νὺξ δὲ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν περὶ τοῦ ποιήσαντος δηλαδή· ἢ ὅτι χρὴ πάντως τὰς ἐν τῷ χειμῶνι νύκτας 69.82 μακροτέρας εἶναι, ἥττους γε μὴν τὰς ἐν θέρει. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἡμέραν μὲν τῇ ἡμέρᾳ ἐρεύγε σθαι ῥῆμα, καὶ μονονουχὶ φωνὴν ἀφιέναι, τὸ περιττὸν ἐν διαστήματι τῶν ὡρῶν ἀπαιτοῦσαν· νύκτα δὲ νυκτὶ τὴν αὐτὴν ἀπαγγέλλειν γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. (A f. 111 b.) Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ πάμμεγας Ἀθανάσιος, ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, "Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·" τουτέστιν, Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων ἢ πραγμά των ἢ ἔργων φωναὶ χωρὶς λόγου καὶ γλώττης; Ναὶ, φαίη ἄν τις· ὥσπερ γὰρ τοῦ ὑφάντου τὴν τέχνην ἡ παμποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδια βλήτως

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.