Exposition on the Psalms · §ps022-rem-close

Psalm ΚΒʹ rem close

Rem CLOSEOUT: Psalm ΚΒʹ CLOSEOUT.

Greek

παντὸς καὶ ἐν πάσαις ταῖς ἡμέραις τοῦ αἰῶνος ὑπὸ ἐλέους Θεοῦ. Ἀναφαίρετος γὰρ ἡ δοθεῖσα παρὰ Χριστοῦ τοῖς ἁγίοις χάρις, καὶ ἀμεταμέλητα τὰ χαρίσματα αὐτοῦ καὶ ἡ κλῆσις. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔτω τετιμημένοις, ὅτι βασιλείαν ἀσάλευτον παραλαμβά νουσιν· οὐ γὰρ ἔστιν ἀποπεσεῖν τῶν δοθησομένων ἀγα θῶν· ἑδραιότατος γὰρ καὶ ἀκράδαντος ἡ τῶν ἁγίων ἐλπίς. Καὶ ὁ πάλαι δὲ νόμος, καίτοι σκιὰν ἔχων καὶ τύπους, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, τὸ ἀμετάστατον τῆς τῶν ἁγίων ἐλπίδος ὑπεδήλου πλαγίως· προσέταττε γὰρ ἐν Σαββάτῳ μηδένα τῆς ἑαυτοῦ προϊέναι σκηνῆς, ἐμφιλοχωρεῖν δὲ μᾶλλον αὐτῇ, καὶ εἴσω μένοντα τοῖς ἤδη πεπορισμένοις ἐν τρυφᾷν· αἴνιγμα δὲ ἦν τοῦτο τοῦ, ὅτι ἐν ταῖς ἄνω μο ναῖς διηνεκῶς ἀπομενοῦσιν οἱ ἅγιοι· ἐκεῖθεν γὰρ ἀπ έδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰκότως οὖν ἄρα φασὶν οἱ τῆς εἰς Χριστὸν ἐλπίδος ἀπηρτημένοι, καὶ εἰς τὰς ἄνω γενέσθαι προσδοκῶντες μονὰς, ὅτι πάντως ἕψεται τὸ ἔλεος αὐτοῖς εἰς μακραίωνα χρόνον. Τινὲς δὲ ἔλεος Θεοῦ αὐτὸν τὸν Χριστὸν ἐνόησαν, ὃς διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ διώκει, ἕως ἂν πάντας καταλάβῃ τοὺς σωθησομένους. Ἁπλῶς δὲ ἐπεὶ οὐ τοσοῦτον ἐξ ἔργων ἔστιν ἡμᾶς δικαιοῦσθαι, ὅσον ἐκ χάριτος καὶ ἐλέους Θεοῦ· διὰ τοῦτο οἱ πιστεύσαντες εἰκότως τὸ ἔλεος τοῦ Θεοῦ ἐπικαλοῦνται, καὶ ἐπὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ καταφεύγουσι.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.