Exposition on the Psalms · §ps023-open

Expositio in Psalmos Psalm ΚΓʹ opening

Psalm ΚΓʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΚΓʹ. — τῆς μιᾶς Σαββάτων·

Greek

ΨΑΛΜΟΣ ΚΓʹ. Ψαλμὸς τῷ ∆αβὶδ ὑπὲρ τῆς μιᾶς τῶν Σαββάτων. (A f. 131) Ἐν μὲν τῷ προλαβόντι ψαλμῷ, οἱ ἐξ ἐθνῶν εἰσήγοντο χαίροντες καὶ οἷον μέγα φρονοῦν τες, ὅτι ἐκλήθησαν παρὰ Χριστοῦ διὰ τῆς πίστεως, καὶ ὅτι μέτοχοι τῶν παρ' αὐτοῦ χαρισμάτων γεγό νασιν· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ πρόσωπον εἰσ φέρεται μυσταγωγῶν ἁγίων, ἢ καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος, περιαγγέλλον, ὅτι σεσαγήνευται διὰ τῆς εἰς Χριστὸν πίστεως ἡ ὑπ' οὐρανόν. Εἰδέναι δὲ χρὴ ὡς τὴν ∆εσποτικὴν ἀνάστασιν προλέγει διὰ "τῆς μιᾶς Σαββάτων·" οὕτω γὰρ τὰ Εὐαγγέλια τὴν Κυ ριακὴν ὀνομάζουσι. Προφητεύει δὲ καὶ περὶ τῆς ἀν τιλήψεως, καὶ μέντοι καὶ διδασκαλίαν εἰσφέρει, πῶς ἂν καὶ οἱ πιστεύσαντες ἄξιοι γένωνται τῶν ἐπουρανίων σκηνῶν. Ἀλλ' ἴδωμεν τί τὸ μέγα καὶ ἱερὸν καὶ ἀξιάγαστον κήρυγμα. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. (A f. 132) Τὸ δὲ, Ἡτοίμασεν, ἐπὶ ποταμῶν, τὸ διεκόσμησε δηλοῖ· ἔδει γὰρ ἅπαξ γενομένην τὴν γῆν, καὶ ταῖς ἀβύσσοις παραδόξως ἐπικρεμαμένην, πλήρη ποτίμων ὑδάτων γενέσθαι παρὰ Θεοῦ, ὥστε δύνασθαι τρέφειν τὰ ἐν αὐτῇ. Πνευματικῶς δὲ νοηθεῖεν ἂν οἱ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.