Psalm Κ∆ʹ rem close
Rem CLOSEOUT: Psalm Κ∆ʹ CLOSEOUT.
Greek
οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυ σιν. Οὔτε μὴν ἦσαν ἀλήθεια τὰ νομικά· σκιὰ γὰρ καὶ τύπος ὁ νόμος ἦν. Οὐκοῦν οἱ ἐξ ἐθνῶν, ἀντιδια στέλλοντες ὥσπερ τῷ νόμῳ τὰ διὰ Χριστοῦ, αὐτοῦ τὰς ὁδοὺς ἔλεος εἶναί φασι καὶ ἀλήθειαν· πῶς γὰρ οὐκ ἔλεος, εἰ καλοῦσι πρὸς ἄφεσιν ἁμαρτιῶν αἱ τοῦ Χριστοῦ ἐντολαὶ, καὶ λύτρωσιν ἔχουσι τῶν τετυραν νημένων ὑπό τε τῆς ἁμαρτίας καὶ τοῦ Σατανᾶ; Ἀληθείᾳ δὲ λατρεύουσιν οἱ εἰς Χριστὸν πιστεύσαν τες, οὐ κατὰ τὰς ἐν νόμῳ θυσίας τὰς δι' αἱμάτων καὶ καπνοῦ προσάγοντες· τελοῦντες δὲ μᾶλλον τὴν πνευματικὴν καὶ εὐάρεστον τῷ Θεῷ πολιτείαν, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν προσκομίζοντες εὐοσμίαν. Ἀλλὰ τίσιν ἂν γένοιντο αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, διατρανοῦσι λέγοντες, ὅτι τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ, τουτ έστι τοῖς ἀντεχομένοις αὐτοῦ, καὶ ἀγαπᾷν αὐτὸν ᾑρημένοις, διὰ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, οὐ μὴν τοῖς ἀπειθοῦσι καὶ τὰς παρὰ Χριστοῦ δοθείσας ἀποσειομένοις ἐντολάς· ἀλλ' οὐδὲ τοῖς παθοῦσι τοιοῦ τον, ὁποῖον Γαλάται πρὸς τὰς τοῦ νόμου σκιὰς, ἀνό πιν ἰόντες μετὰ τὴν πίστιν. Πρὸς οὓς γράφει Παῦ λος· "Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει." Καὶ πάλιν· "Ἀπηλλοτριώθητε ἀπὸ Χρι στοῦ· οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξ επέσατε τοῖς τοιούτοις." Οὐκ ἃν εἶεν αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, οὐδὲ γένοιτο ἐντεῦθεν ὄνησις. Ὅτι ὑπέμεινά σε, Κύριε. (cod. M f.38 b) Ἀντὶ τοῦ, Προσεδόκησα, βοηθὸν ἔσεσθαί μοι δηλαδή. ∆έχεται γὰρ οὕτω τὴν λέξιν ἡ θεία Γραφή.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.