Exposition on the Psalms · §ps024-rem-mid

Psalm Κ∆ʹ rem mid

Rem mid: Psalm Κ∆ʹ; lemma continues; spiritual reading with the letter.

Greek

ἐκολάσθημεν, ἀλλὰ διὰ μόνην τὴν σὴν χρηστότητα καὶ τὸ σοὶ πρέπον, ὅτι ἐλεεῖς τοὺς ὑποπίπτοντας, καὶ τὴν παρὰ σοῦ ζη τοῦντας φιλανθρωπίαν. Σὺ γὰρ ἔφης· "Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου." Ὅρα δὲ ὅτι ἁλισκόμεθα πλημμελοῦντες, ἤτοι διὰ τὸ τὸν θεῖον οὐκ εἰδέναι νόμον, ἢ διὰ τὸ ἀνεθελήτως ἐκβεβιάσθαι εἰς τὰ μὴ δοκοῦντα Θεῷ. Ταύτῃτοι καὶ ∆αβὶδ ἡμῖν ἐφώνει· "Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνη σθῇς." Ὁ δὲ Ἰὼb, ὡς ἀγαθὸν ὄντα τὸν Θεὸν, καὶ τῆς 69.849 ἡμετέρας φύσεως οὐκ ἀγνοήσαντα τὴν ἀσθένειαν, μο νονουχὶ καὶ αἰτιᾶται, μέλλοντα καὶ ἀναδυόμενον περὶ τὸ ἀνεῖναι αὐτῷ τὰς ἁμαρτίας· οὕτω τέ φησιν· "Ἵνα τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρι σμὸν τῆς ἁμαρτίας μου;" Πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεος καὶ ἀλήθεια. (A f. 137) Οἱ μὲν πιστεύοντες καὶ τὰ κεκρυμμένα συνιέναι δύνανται, κατὰ τὸ, "Ἡμεῖς δὲ ἀνακεκα λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζό μενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν." Περὶ δὲ τῶν μὴ πιστευόντων εἴρηται· "Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε·" οὕτως ἀδίδακτοι οἱ Ἰουδαῖοι ἀπέμειναν. Κάλυμμα γοῦν κεῖ σθαι ἐπὶ τὴν καρδίαν αὐτῶν φησιν ὁ ἱερώτατος Παῦλος, ἡνίκα ἀναγινώσκεται Μωσῆς. Οἱ τοίνυν ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὡς ἤδη σοφι σθέντες διὰ τῆς τοῦ Πνεύματος ἐλλάμψεως, καὶ τὰ εὐαγγελικὰ συνιέντες θεσπίσματα, φασὶν ὅτι πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεός εἰσι καὶ ἀλήθεια· οὐ κατὰ τὸν Μωσέως νόμον, ἀποτομία καὶ σκιά. Οὔτε γὰρ ἔλεος ἦν τοῖς τὰς Μωσέως παραβαίνουσιν ἐντολάς· ἀπέθνη σκον γὰρ ἄνευ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.