Expositio in Psalmos Psalm ΛΒʹ opening
Psalm ΛΒʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΛΒʹ. — Τῷ γὰρ Λόγῳ, φησὶ, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.
Greek
ΨΑΛΜΟΣ ΛΒʹ. Ψαλμὸς τῷ ∆αβὶδ ἀνεπίγραφος παρ' Ἑβραίοις. (A f. 174 b, C f. 66 b) Καί γε ᾄδεσθαί φαμεν τὸν μετὰ χεῖρας ψαλμὸν ὡς ἐκ προσώπου τοῦ μακαρίου ∆αβὶδ, εἴτουν εἰς τιμὴν καὶ δόξαν Χριστοῦ, ὃς καὶ ὠνομάσθη ∆αβὶδ διὰ τὴν κατὰ σάρκα γέννησιν· ἐξέφυ γὰρ ἐξ αἵματος Ἰεσσαὶ καὶ ∆αβίδ. Περιέχει δὲ τῆς προκειμένης ᾠδῆς ἡ δύναμις πρῶτον μὲν πρόκλησίν τινα καὶ προτροπήν· ἁγίοις γὰρ χρῆναι δοξολογεῖν, καὶ ᾠδὰς τὰς χαριστηρίους ἀνάπτειν Θεῷ σώσαντι τὴν ὑπ' οὐρανὸν, ἀνακεφαλαιωσαμένῳ τε τὰ πάντα ἐν Χριστῷ τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὃς πάντας ἡμᾶς ἐξείλετο τῆς τοῦ διαβόλου τυραννίδος καὶ σκαιότητος. Εἶτα πρὸς τοῦτο, λόγος εὐθὺς εἰσκο μίζεται μυσταγωγικὸς, δι' οὗ μανθάνομεν ὡς ἄμαχον ἔχει τὴν χεῖρα Χριστὸς καὶ τὸ νεῦμα παναλκὲς, καὶ μὴν καὶ τὸ κατὰ πάντων κράτος, καὶ δόξαν θεοπρεπῆ, καὶ ὑπερκόσμιον ὑπεροχήν. Ἀποφαίνει γὰρ αὐτὸν ∆ημιουργὸν τῶν ὅλων· "Τῷ γὰρ Λόγῳ, φησὶ, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν." ∆ιδάσκει δὲ πρὸς τούτοις ὡς ἔστι καὶ πανεπίσκοπος, καὶ πανδερκὲς τοῖς ἐπὶ τῆς γῆς ἀφίησιν ὄμμα, καὶ ἑκάστου τροχιὰς περι σκέπτεται. Ἐπιφέρει δὲ ὥσπερ χρήσιμόν τι καὶ ἀναγκαῖον τῇ προτεθείσῃ μυσταγωγίᾳ τὸ συμπέ ρασμα· καταδείκνυσι γὰρ ὅτι σαθρὰ μὲν καὶ εὐδιά κλαστος ἡ ἐπ' ἀνθρώποις ἐλπίς· καὶ οὐκ ἂν ἀρκέ σειέ τις τῶν ἐπὶ τῆς γῆς εἰς τὸ δύνασθαι σώζειν ἑαυτὸν, εἰ μὴ ἐπαμύνοι Θεός. ∆ιακεῖσθαί τε οὕτω παρασκευάζει τοὺς ἀγαπῶντας αὐτὸν, ὡς τὰ αὐτοῦ φρονεῖν, καὶ τοῖς αὐτοῦ νεύμασιν ἐπείγεσθαι κατακο λουθεῖν, καὶ ἐπ' αὐτῷ πεποιθέναι, εἰδέναι τε βεβαίως ὅτι παντὸς ἔξω τίθησι πειρασμοῦ, καὶ ἀμογητὶ δια σώζει τοὺς ἐπ' αὐτῷ πεποιθότας. Ἄρχεται οὖν τῆς ᾠδῆς καί φησιν. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. (A f. 175) Ἐν αὐτῷ οὖν γενόμενοι τῷ Κυρίῳ, καὶ καθ' ὅσον ἐσμὲν δυνατοὶ κατοπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτως συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην. Καὶ ἵνα συνελὼν εἴπω, τοῦτό ἐστι τὸ ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐν Κυρίῳ, τὸ φρονεῖν ἑλέσθαι μόνα τὰ αὐτῷ θυμήρη καὶ φίλα, καὶ γλίχεσθαι μὲν τῶν ἀρίστων ἐπιτηδευμάτων, ἀπο φοιτᾷν δὲ τῶν κοσμικῶν ἐπιθυμιῶν καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτη ρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. (A f. 175 b) Ἐν ἑτέροις γέγραπται ψαλμοῖς, πῆ μὲν, ὅτι "Ἑκουσίως θύσω σοι·" πῆ δὲ αὖ, "Ἐκ 69.872 θελήματός μου ἐξομολογήσομαι αὐτῷ·" δι' ὦν ση μαίνει τὸ μὴ ἀβουλήτως μηδὲ οἷον ἐν κατηφείᾳ καὶ ὀκνηρῶς ποιεῖσθαι δεῖν τὰς εὐχὰς, ἀλλ' ἐκ διανοίας ἀγαθῆς καὶ ἐκ φρονήματος ἱλαροῦ. Τοῦτο κἀνθάδε παραδηλοῦσθαί φαμεν, ὡς ἐν τάξει παραδείγματος παρενεγκόντος τοῦ λόγου τοὺς κιθάρᾳ καὶ ψαλτηρίῳ κεχρῆσθαι κατειθισμένους. Οὐ γάρ τοι τὸ διὰ χορδῶν ἀνακρούειν μέλος ἐπιτάττει τὸ Πνεῦμα, οὔτε μὴν κοσμικῶν ἀθυρμάτων 51 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἅπτεσθαι κελεύει τοὺς τῆς νοητῆς εὐθύτητος ἐπιμελητὰς, ἀλλὰ μετὰ τῆς ἁγιο πρεποῦς θυμηδίας ποιεῖσθαι κελεύει τὰς δοξολογίας. Εἰκὸς δὲ ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ἀκολουθῶν ὁ Ψάλ λων, ἐνταῦθα διαμέμνηται τῶν ὀργάνων. Ἔθος γὰρ Ἰουδαίοις καὶ λυροκτυπεῖν ἔσθ' ὅτε, κυμβάλοις τε καὶ νάβλαις καὶ ἑτέροις τισὶ κεχρῆσθαι τοιούτοις, καὶ ὑμνολογεῖν ἐν τῷ παρ' αὐτοῖς ὄντι ναῷ. (B f. 97) Ἄθρει ὅπως οὐ βουθυτεῖν τοῖς ἁγίοις, εἴτουν τοῖς εὐθέσιν, ἐπιτάττει μᾶλλον, οὔτε μὴν κα πνοῖς κεχρῆσθαι καὶ λιβάνῳ· τὸ ὑμνολογεῖν δὲ μᾶλ λον, καὶ ἀναιμάκτους προσάγειν θυσίας, ὅπερ ἐστὶν τῆς ἐν Χριστῷ πολιτείας σύμβολον. Ἀποφήσας γὰρ τὰς δι' αἱμάτων θυσίας, διὰ τοῦ φάναι ὡς τὸν Ἰσραὴλ, "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδ' ἐκ τῶν ποιμνίων σου χιμάρους," εἰς ᾠδὰς καὶ μέλη προ τρέπει λέγων "Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως." Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. (A f. 176 b) Ἴδοι τις ἂν κἀντεῦθεν, ὅτι μὴ τοῖς τὴν ἐν νόμῳ τελοῦσι λατρείαν προσδιαλέγεται νυνὶ τὸ Πνεῦμα διὰ τοῦ Ψάλλοντος, ἀλλὰ τοῖς ἐρασταῖς τῆς ἐν Χριστῷ πολιτείας, καὶ τὴν ἐν πίστει δικαίωσιν παρ' αὐτοῦ πεπλουτηκόσιν. Εἶεν δ' ἂν οὗτοι, περὶ ὧν ἔλεγεν ἐν ἀρχῇ τοῦ προλαβόντος ψαλμοῦ· "Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι." Τίσι γὰρ ἀφῆκε τὰς ἁμαρ τίας, εἰ μὴ τοῖς εἰς καινότητα ζωῆς ἀναμορφωθεῖσι δι' ἁγιασμοῦ ἐν πνεύματι, οἳ καὶ πάντα μολυσμὸν
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.