Psalm ΛΒʹ rem early
Rem early: Psalm ΛΒʹ; historia and theoria on the lemma toward Christ.
Greek
ἀπελούσαντο διὰ τοῦ ἁγίου βαπτίσματος; Τούτοις ᾄδειν κελεύει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατά τινα τρόπον τὸν ἀσυνήθη τάχα τοῖς πρὸ ἡμῶν. ∆εῖν γὰρ εἶναί φησι τὸ ᾆσμα καινὸν, ὅπερ σαφῶς δηλοῖ ὅτι διὰ Μω σέως νόμος τέλος ἔσχηκε. Ψάλλειν δὲ καλῶς, τουτ έστιν ἐμφρόνως ὡς ἐν ἀλαλαγμῷ. Τὸν δὲ ἀλαλαγμὸν, κραυγὴν ἐπινίκιον εἶναί φαμεν ἀναφωνουμένην ὑπὸ στρατιᾶς ἐπὶ πεσοῦσιν ἐχθροῖς. [Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου. Ἐπεὶ, φησὶν, εὐθύς ἐστιν ὁ λόγος τοῦ Κυρίου, καὶ ἐν πίστει δὲ τὰ ἔργα αὐτοῦ, ἀγαλλιᾶσθε ἐν τῷ Κυρίῳ. Εὐθὺν δὲ τὸν λόγον τοῦ Κυρίου λέγων, διαμεμνῆσθαί μοι δοκεῖ τῶν εὐαγγελικῶν θεσπισμάτων, ὡς οὐδὲν ἐχόντων σκολιὸν, ἢ αἰνιγματῶδες, ἢ δυσκάτοπτον ὅλως, καὶ τῇ τοῦ γράμματος ἀσαφείᾳ κατημφιασμένον, καθὰ καὶ ὁ νόμος ὁ διὰ Μωσέως. ∆ιὰ κύκλου γὰρ μακροῦ, καὶ περιόδου δυσχεροῦς, ἀμυδρῶς καὶ μόλις συνίεμεν τὰ Μωσέως. "Ὁ δὲ τοῦ Κυρίου λόγος," 69.873 τουτέστι τὸ μάθημα τὸ εὐαγγελικὸν, εὐθύς ἐστι, καὶ εὐσύνοπτος, καὶ ἀπευθύνειν δυνατὸς εἰς πᾶν εἶδος ἀρετῆς.] Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. (B f. 100) Οὕτω που περὶ τῆς θαλάσσης φησίν· "Ἐθέμην αὐτῇ ὅρια, ἐπιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερ βήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα." Ἔφη δέ που καὶ πρός τινας τῶν ἀρχαιοτέρων δι' ἐνὸς τῶν ἁγίων προφητῶν· "Μὴ ἐμὲ οὐ φοβηθή σεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὄριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;" Ὅτι γὰρ ὑποβρύχιον οὖσαν τὴν γῆν, νεῦμα θεῖον ἐξεκάλυψεν ἐν ἀρχαῖς, διεσάφησεν ὁ Μωσῆς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λέγων· "Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά." Οὐκοῦν δυναμένην τὴν ἄβυσσον ὅλην καταχῶσαι τὴν γῆν, θεῖα περιέχουσα δύναμις, δίκην ἀσκοῦ συνέχει· καὶ οἷον ἀνασειράζουσα, τοὺς ἐκνεμηθέντας αὐτῇ τόπους ὑπεραίρειν οὐκ ἐᾷ. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. (B f. 100, A f. 180, C f. 68) Ὅτι μὴ μάτην, ὀνη σιφόρως δὴ μᾶλλον, καὶ ὑπέρ γε τοῦ πᾶσι χρησίμου καὶ ἀναγκαίου πρὸς σωτηρίαν, τοὺς περὶ τῆς θείας δόξης, καὶ τῆς κατὰ πάντα ὑπεροχῆς πρὸς ἡμᾶς πε ποίηται λόγους, ἡ τῶν προκειμένων ἡμῖν σαφηνιεῖ δύναμις. Συμβουλεύει γὰρ ἅπασαν τὴν ὑπ' οὐρανὸν μηκέτι τοῖς δαιμονίοις προσάγειν τὸ σέβας, ἀλλὰ τῷ θείῳ κατακαλλύνεσθαι φόβῳ, καὶ εἰσοικίσασθαι κατὰ νοῦν τὴν περὶ τοῦ πάντων κρατοῦντος ἔννοιαν, ὃς λόγῳ μὲν παρήγαγε τὰ πάντα εἰς ὕπαρξιν, ἐστε ρέωσε δὲ οὐρανοὺς, καὶ συνέχει πρὸς τὸ εὖ εἶναι καὶ ὑφεστάναι τὰ γεγονότα, διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. ∆ιὰ τοῦτο γὰρ τοὺς περὶ τῆς θείας δόξης πεποίηται λόγους ὁ 52 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ∆αβὶδ, ἵνα τῆς ἐνούσης ὑπεροχῆς τὸ μέγεθος τῇ θείᾳ καὶ ἀποῤῥήτῳ φύσει μανθάνοντες, ἀποπεμψώμεθα μὲν ὡς ὀλέθριον χρῆμα τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν· ἐμβάλλοντες δὲ ταῖς ἑαυτῶν καρ δίαις τὸν τοῦ Θεοῦ φόβον, ἀντεχώμεθα παντὸς ἀγαθοῦ, καὶ οὕτως ἀναβαίνωμεν εἰς οἰκειότητα τὴν πρὸς αὐτόν. Ὅτι γὰρ σωτήριος τοῖς ἀγαπῶσιν αὐτὸν ὁ θεῖός ἐστι φόβος, διδάξει τὸ Γράμμα τὸ ἱερόν· "Φόβος γὰρ Κυρίου, φησὶ, τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. Ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοι κοῦντες τὴν οἰκουμένην. (A f. 180 b, B f. 100 b, C f. 68) Ἀκούοντες, φη σὶν, αὐτοῦ οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι, ἀπὸ τῆς προτέρας στάσεως ἧς εἶχον, εἰδωλολατροῦν τες δηλονότι, σαλευθήτωσαν, τῷ ἰδίῳ δημιουργῷ ὑπακούοντες. Τὸ γὰρ σαλευθῆναι ἐνταῦθα ὑποδηλοῖ οὐ κίνησίν τινα σωματικὴν ἢ κλόνον τοιοῦτον· ἐκεῖνο 69.876 δὲ μᾶλλον ἔθος καὶ τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἡμῖν αὐτοῖς ἐπὶ τῶν ἐπισήμως δρωμένων λέγειν, ὅτι ἐσα λεύθη. Οἷον ὅτε ἐποχούμενος τῷ πώλῳ μειρακίων ὑμνολογούντων αὐτὸν, ἀνέβη εἰς Ἱεροσόλυμα, τότε τὸ ἐπίσημον τῆς εἰσβολῆς διερμηνεύων ὁ εὐαγγελι στὴς γέγραφεν, ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις· ἀντὶ τοῦ, ἔγνω, καὶ ἔλαθεν οὐδένα, καὶ τεθαύμαστο παρὰ πάντων. Οὔτω καὶ ἐνθάδε νοήσεις τὸ σαλευθῆναι πάντας τοὺς κατοικοῦν τας τὴν οἰκουμένην, καταπληττομένους οἱονεὶ καὶ θαυμάζοντας, ὡς ἀγνοῆσαι παντελῶς οὐδένα τὴν τοῦ Θεοῦ δόξαν, καὶ τὸ ὑπερφερὲς ἀξίωμα τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ ὑπεροχῆς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετεί λατο, καὶ ἐκτίθησαν. (A f. 180 b, C f. 68) Ἦν μὲν καὶ ἔστιν αὐτὸς, ἡμεῖς δὲ ἐκτίσμεθα διὰ τοῦ ζῶντος αὐτοῦ καὶ ἐν υποστάτου Λόγου, ὅς ἐστιν αὐτοῦ καὶ σοφία καὶ δύνα μις. Τὸ δὲ ἐνετείλατο μὴ νομίσῃς ἀνθρωποπρεπῶς, ἐννόει δὲ μᾶλλον ὅτι καὶ τῶν βαναυσικῶν τεχνῶν οἱ ἐπιστήμονες, ὅταν τι διατεκτήνασθαι βούλωνται τῶν ἐγνωσμένων αὐτοῖς, μονονουχὶ καὶ ἐντέλλονται τῇ ἑαυτῶν ἐπιστήμῃ καὶ τέχνῃ διά γε τοῦ ἐθέλειν ἐργά σασθαί τι· καὶ ἡ τοῦ νοῦ πρὸς τὰ ἔργα ῥοπὴ, δύνα μιν ἔχει προστάγματος καὶ αὐτοκελεύστου φορᾶς. Ἀλλ' ἐπὶ μὲν ἀνθρώπων, ἀνυπόστατος αὐτὴ καθ' ἑαυτὴν ἥ τε σοφία καὶ ἡ δύναμις αὐτῶν· ἐπὶ δὲ Θεοῦ οὐκέτι. Ὑφέστηκε γὰρ ὁ Λόγος δι' οὗ τὰ πάντα ἐργάζεται, διά γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ σοφίας. (A f. 181) Ὅρα δὲ ὅτι πρὸς δύο ταῦτα προάγοντα, τὸ "Φοβηθήτω πᾶσα ἡ γῆ," καὶ τὸ "Σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην," δύο ἐπήγαγε· τὸ, "Αὐτὸς εἶπε καὶ ἐγενήθησαν·" καὶ τὸ, "Αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν." Ἐπειδὴ γὰρ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηΐνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.