Exposition on the Psalms · §ps032-open

Expositio in Psalmos Psalm ΛΓʹ opening

Psalm ΛΓʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΛΓʹ. — Τῷ Κυρίῳ ἐπαι νεθήσεται ἡ ψυχή μου.

Greek

ΨΑΛΜΟΣ ΛΓʹ. Τῷ ∆αβὶδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. (B f. 105, C f. 69) Τῶν ἐξ ἔθους οὐδὲν ἐπιγέγρα πται τοῖς προκειμένοις· οὔτε γὰρ Ὠδὴν, οὔτε Ψαλ μὸν ὠνόμασεν αὐτά. Ἔοικε τοίνυν χαριστηρίου τρό πον ἐπέχειν ἀνακομισθέντος Θεῷ, ὡς ἐκ προσώπου μὲν τοῦ θεσπεσίου ∆αβὶδ, ὄντος γε μὴν οὐκ ἀνωφε λοῦς καὶ ἑτέροις οἵπερ ἂν διὰ Θεοῦ ῥυσθεῖεν ἐκ πει ρασμῶν, καὶ ἀπεκρούσαντο διὰ Θεοῦ τὰς τῶν διωκόν των αὐτοὺς καὶ τὰς λίαν ἀφορήτους οὔσας ἐπιβουλάς. Πότε δὲ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ, καὶ τίς ὁ Ἀβιμέλεχ, ἢ πῶς ἀπέλυσεν αὐτὸν, εἰπεῖν ἀναγκαῖον, ἐκ τῶν ἱερῶν Γραμμάτων ἐξυφαίνοντας τὴν ἀφήγη σιν. Ἐδιώκετο τοίνυν κατὰ καιροὺς ὑπὸ τοῦ Σαοὺλ ὁ τρισμακάριος ∆αβίδ· ἀντιφέρεσθαι δὲ οὔπω δυνάμε νος, διὰ τὸ ἕπεσθαι τέως τοῖς ἐκείνου νεύμασιν τὸ μάχιμον ἅπαν τὸ ἐξ Ἰσραὴλ, ἐβουλεύσατο φυγεῖν πρὸς Ἀγχοῦν βασιλέα Γὲθ, ἤτοι τῶν ἀλλοφύλων, συμβούλῳ τῷ Ἰωνάθαν χρησάμενος. Εἶτα τῆς ὁδοι πορίας ἐχόμενος, περιέτυχεν τῷ ἱερεῖ Ἀβιμέλεχ ἐν τῇ πόλει Νομβάν· καὶ ἔκρυψε μὲν τὴν φυγὴν, ἀπεστάλ θαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως, ὡς καὶ τὴν ῥομ φαίαν αἰτῆσαι τοῦ Γολιάθ. Καὶ οὐχ ὡμολόγησεν μὲν ὡς αὐτὸς εἴη ∆αβὶδ ὁ κεχρισμένος εἰς βασιλέα διὰ χειρὸς τοῦ θεσπεσίου προφήτου Σαμουὴλ, ἀλλ' ὡς εἷς τις τῶν ἀγελαίων, ἄρτους ἐζήτει παρ' αὐτοῦ· ὁ δὲ ἔφασκεν ἑτέρους οὐκ εἶναι παρ' αὐτῷ πλὴν μό νους τοὺς τῆς προθέσεως κατὰ τὸν Μωσέως νόμον. Αἰτοῦντος δὲ καὶ αὐτοὺς τοῦ μακαρίου ∆αβὶδ, καὶ τοῦ ἱερέως φάσκοντος μὴ ἄρα πώς ἐστιν ἐν μολυ σμοῖς τὰ παιδάρια, ἔφασκεν ὅτι γυναικὸς ἀπέσχοντο τρίτην ταύτην ἡμέραν οἱ σὺν αὐτῷ πάντες τῆς ὁδοι πορίας ἐχόμενοι. Λαβὼν οὖν τοὺς ἄρτους ἔφαγεν. Ἐπεὶ τοίνυν ἄλλα μὲν εἶπεν, ἕτερα δὲ ἐφρόνει, ἠλ λοιωκέναι αὐτὸν τὸ πρόσωπον αὐτοῦ φασιν. Εἶτα γεγονὼς ἐν Γὲθ, καὶ φοβηθεὶς τὰς τῶν ἐναντίων ἐπι βουλὰς, ὑπεπλάττετο μωρίαν, ὅτε, καθ' ἃ γέγραπται, καὶ σίελον κατέῤῥει κατὰ τοῦ πώγωνος, καὶ περι εφέρετο βαδίζων, ἔξω φρενὸς γεγονὼς καὶ κορυβαν τιῶν. Καὶ τούτῳ τῷ τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ταυτησὶ τῆς ἱστορίας ποιεῖται μνήμην ἡ προγραφή. Ἰστέον δὲ ὅτι καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔφη πρός τινας τῶν Φαρισαίων κατηγοροῦντας τῶν μαθητῶν, ὅτι περιτρίβοντες στάχυας ἤσθιον ἐν Σαβ βάτῳ· "Οὐ κατέγνωτε τί ἐποίησεν ∆αβὶδ ὅτε ἐπείνα 69.885 σεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφα γεν, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;" Σεσωσμένος δὴ οὖν ὁ θεσπέσιος ∆αβὶδ, καὶ πάντα πόλεμον διαφυγὼν, ἀνακομίζει τὸ χαριστήριον, καί φησιν· Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. (C f. 69 b) Οὐδεὶς τῶν κατὰ σάρκα ζώντων, ἀλλ' εἴ τίς ἐστι τῶν πνευματικῶν καὶ ζωῆς τῆς τεθαυμα σμένης ἔγκριτος ἐραστὴς, ἐρεῖ· "Τῷ Κυρίῳ ἐπαι νεθήσεται ἡ ψυχή μου." Οἱ γὰρ ψυχικόν τε καὶ γεῶ δες ἔχοντες φρόνημα, "τὴν δόξαν ἔχουσιν ἐν τῇ αἰ σχύνῃ αὐτῶν." Οὐ γὰρ τοῦ βουλομένου τὸ ἔργον, ἀλλὰ τοῦ κατευθύνοντος ἡ χάρις. Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. (C f. 69 b) Εὐφρανθήτωσαν οἱ πραεῖς ἐπὶ τοῖς ψυχ ωφελέσι λόγοις, καὶ δὴ χαιρέτωσαν ἐπ' αὐτοῖς. Οἱ γὰρ σοφοὶ τὴν καρδίαν, σοφῶν ῥημάτων εἰσὶν ἐρα σταὶ, καὶ προβλήσεις δέχονται τὰς ἐπ' ἀγαθοῖς, με λισμοῦ τινος δίχα. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. (C f. 70) Ἐπεὶ δὲ εἷς νοῦς, καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν 56 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ταύτης τῆς ἐνεργείας παραλαμβάνει. Προσέλθατε πρὸς αὐτὸν, καὶ φωτίσθητε. (C f. 70) Οἱ θέλοντες λέγειν τι περὶ τῆς θείας τε καὶ ἀνωτάτης φύσεως, οὐδὲν τῶν κατεῤῥιμμένων, ἤτοι ἀνθρωποπρεπῶν ἢ καὶ ἑτέρως ἐοικότων, τῇ γε νητῇ καὶ πεποιημένῃ φύσει φρονοῦσι περὶ αὐτῆς ἢ λέγουσι, ἀλλ' ὅσα μᾶλλόν ἐστιν ὑψοῦ τε ἠρμένα, καὶ οὐδενὶ τῶν ἄλλων ἐνόντα. –Ζητεῖται ὁ Θεὸς οὐ το πικῶς, ἐπεὶ μὴ ἐν

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.