Psalm ΛΓʹ rem early
Rem early: Psalm ΛΓʹ; historia and theoria on the lemma toward Christ.
Greek
τόπῳ [τὸ] Θεῖον, ἔξω δὲ πάσης περι γραφῆς, πληροῦν τὰ πάντα, κατὰ διάθεσιν δὲ δηλον ότι, καὶ κατὰ τῆς λατρείας τὸν τρόπον· εὑρίσκεται γὰρ διά τε πρακτικῆς ἀρετῆς, καὶ δογματικῆς ὀρθό τητος, κατὰ τὸ κρῖμά τε καὶ δικαιοσύνην ποιεῖν.– Ἔως τίς ἐστιν ἐν τοῖς τῆς φαυλότητος τρόποις καὶ βορβόροις ἐμβεβηκὼς τῶν σαρκικῶν ἐπιθυμιῶν, οὔπω πρόσεισι τῷ Θεῷ· ἀποφοιτᾷ γὰρ αὐτοῦ. Ἐπ' ἂν δὲ γένηται λάτρης Θεοῦ, καὶ διψήσῃ τὸ ἀγαθὸν, καὶ πάσης ἀρετῆς ἐπιστήμονα τὸν νοῦν ἀποφήνῃ, τότε πρόσεισι Θεῷ. –Τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου παρακελεύεται προσελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵνα ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες, χάριτι τῶν φωτισμῶν αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. Ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. (C f. 70 b) Εἴ τίς ἐστι μετριόφρων, τούτῳ ὁ Θεὸς 69.888 ἀνευρύνει τὸ οὖς· χαρίζεται δὲ καὶ λίαν ἑτοίμως αὐτοῦ τὰ αἰτήματα, ὥστε ἐκ πασῶν αὐτὸν ῥύεσθαι τῶν αὐτοῦ θλίψεων. Παρεμβαλεῖ ἄγγελος Κυρίου, κ.τ.λ. (C f. 70 b) Πειραζομένοις τοῖς ἁγίοις παρίστησιν ἀγγέλους ἀκονῶντας εἰς εὐανδρίαν, καὶ τὰς τῶν πλεονεκτούντων ἐφόδους ἀποσοβεῖν δυναμένους· οὐ γὰρ ἂν ἡ ἀνθρώπου διάνοια μόνη ἀντέσχε πρὸς τοσαύ την ἔφοδον ἐχθρῶν. [Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ὥσπερ τῶν ὄψων αἱ γεύσεις σαφῶς παριστῶσι τῆς ἐνούσης αὐτοῖς ποιότητος μετ' αὐτοῦ ἡδέος τὸ γλυκὺ, οὕτω καὶ τῶν θείων χαρισμάτων ψιλαὶ οὐ μᾶλλον ἐπαγγελίαι τὴν δύναμιν ἑρμηνεύουσιν· ἀλλ' εἰ γένοιτό πώς τινας καὶ εἰς πεῖραν ἐλθεῖν, τότε δὴ μᾶλλον εἴσονται, καὶ μάλα σαφῶς τῆς ἐνούσης αὐτοῖς χάριτος τὴν ἐνέργειαν. Οὐκοῦν τοῖς ἀγεύστοις ἔτι τῆς τοῦ Θεοῦ γαληνότητος εὖ μάλα προσφωνητέον· "Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος."] Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν. (B f. 108) Τί οὖν ἄρα τὸ ἐπέκεινα πρὸς ἡμερότη τα καὶ φιλανθρωπίαν τοῦ παντάπασιν ὀρέγοντος τοῖς ἀγαπῶσιν αὐτόν; Ὁ γὰρ ἐπ' αὐτῷ θέμενος τὴν ἐλπίδα, πάντη τε καὶ πάντως τρισμακάριος εἴη. "Ἀγαθὸν γὰρ τὸ ἐλπίζειν ἐπὶ Κύριον, φησὶν, ἢ ἐλπίζειν ἐπ' ἄρχοντας, οἷς οὐκ ἔστιν σωτηρία." Σαθρὰ μὲν καὶ εὐδιάκλαστος ἡ ἐπ' ἀνθρώπου ἐλπίς· ἀσφαλὴς δὲ καὶ μένουσα πάντη τε καὶ πάντως ἡ ἐπὶ τῷ τῶν ὅλων Θεῷ. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. (B f. 108 b, C f. 70 b) Τοῖς ἁγίοις ἤδη καὶ ἀγα θοῖς τὴν φρένα, καὶ τὸν τῶν ὅλων εἰδόσι Θεὸν, εἰκό τως ἐπιφωνεῖ τὸ, "Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ." Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖ τις· Εἶτα πῶς, εἰπέ μοι, τοῖς ἡγιασμένοις ἤδη τὸ, "Φοβήθητε τὸν Κύ ριον," ἐπιφθέγγεται; Ἔστιν γὰρ ὅλως ἐφικτὸν ἁγίοις εἶναί τισιν, οὔπω τὸν θεῖον ἐν ἑαυτοῖς ἐσχηκόσι φό βον; Εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; Πεφόβηνται γὰρ πρῶτον, εἶθ' οὕτω γεγόνασιν ἅγιοι. Καὶ ἡ τῶν πραγ μάτων τάξις ἀναγκαῖον ἔχει τουτονὶ τὸν λόγον. Τί οὖν ἄρα φαμέν; Τὸ, Φοβήθητε, τέθεικεν ἐν τούτοις ἀντὶ τοῦ Θαυμάσατε, ἤγουν καταπλάγητε. Καθάπερ ἀμέλει ὁ προφήτης Ἀμβακοὺμ τὰς τοῦ Σωτῆρος ἡμῶν θαυμάζων οἰκονομίας, "Κύριε, φησὶν, εἰσ ακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην." Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν. (C f. 70 b) ∆ιαπίπτει ἐνίοτε τὰ ἀνθρώπινα, καὶ ἀδοκήτους δέχεται τὰς μεταβολὰς, ὡς τὸν χθὲς πλού σιον, ἐσχάτῃ πτωχείᾳ περιπεσεῖν· καὶ τὸν τρυφῶν τα, ἄρτου λείπεσθαι στενοῦ. Ἀσφαλὲς γὰρ ἢ βέβαιον ἐν ἀνθρωπίνοις οὐδέν. 69.889 ["Οἱ ζητοῦντες τὸν Θεὸν," τουτέστιν, οἱ ἀγαπῶντες αὐτὸν, καὶ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπου δάζοντες, καὶ κατορθοῦν ἐθέλοντες τὰ, οἷς αὐτὸς ἐπιγάννυται (δῆλον δὲ ὅτι πάντα τρόπον ἀρετῆς), οὐκ ἂν δεηθεῖεν πώποτε τῶν ἀναγκαίων εἰς ζωήν. Ἕψε ται γὰρ αὐτοῖς, ὡς ἀγαθουργεῖν ᾑρημένοις, τὰ πα ρὰ Θεοῦ, καὶ χαρισμάτων τῶν ἄνωθεν 57 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.