Exposition on the Psalms · §ps033-open

Expositio in Psalmos Psalm Λ∆ʹ opening

Psalm Λ∆ʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Λ∆ʹ. — Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.

Greek

ΨΑΛΜΟΣ Λ∆ʹ. [∆ίκασον, Κύριε. ∆ικάζεται πρὸς τοὺς Ἰουδαίους ὁ τῶν ὅλων κρι τὴς, καὶ οἷόν τινα μεσίτην τοῦ πράγματος γενέσθαι βούλεται τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἀλλ' ὅ γε θεσπέσιος ∆αβὶδ δύσσοον ἀληθῶς τὸ χρῆμα εἰδὼς, προσέπιπτε Θεῷ λέγων· "Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου." Νικᾷ γὰρ κρινόμενος, καὶ πε ριέσται ῥᾳδίως τῶν ἐγκαλουμένων, ἐνόχους ὄντας ἀποδεικνύς. Οἱ δὲ δὴ Χριστὸν ἀδικήσαντες, νοηθεῖεν ἂν, ὡς ἔφην, τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀπέστειλεν μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας, αἰτή σοντα παρ' αὐτῶν τοὺς τοῦ ἀμπελῶνος καρπούς· οἱ δὲ καίτοι τὸν κληρονόμον ἰδόντες, πονηρὰ ἀντὶ ἀγα θῶν ἀπεδώκασιν αὐτῷ.] Πολέμησον τοὺς πολεμοῦντάς με. (B f. 113) Ἄθρει δὴ οὖν ὅπως πεπολεμήκασιν αὐ τῷ, καὶ τοῦ εἶναι Θεὸν, καὶ Υἱὸν Θεοῦ, τό γε ἧκον εἰς αὐτοὺς, ἐκπέμποντες. Καὶ πρὸς τούτοις ἕτι τῶν 69.896 ὑπερόγκων θαυμάτων ἀποτελεστὴν ὁρῶντες αὐτὸν διασύρειν ἀπετόλμων Ἐν Βεελζεβοὺλ, λέγοντες, ἄρ χοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια. Καὶ οὔτε πιστεύειν ἤθελον αὐτοὶ, γεγόνασι δὲ καὶ 59 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐμπόδιον ἑτέροις. Ἔφη γοῦν ὁ Χριστός· "Καὶ ὑμῖν τοῖς νομι κοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύ σατε." Ἔφασκον δήπου καὶ τοῖς ὄχλοις περὶ αὐτοῦ· "∆αιμόνιον ἔχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;" [Ἔκχεον ῥομφαίαν. Ὅτι γὰρ οὐκ ἔπεμψεν ἁπλῶς κατ' αὐτῶν ῥομ φαίαν, ἀλλ' οἷον ἐξέχεεν ποταμίου νάματος δίκην, ἀνιδρωτὶ κατοψόμεθα, τὰς τῶν Ἰουδαίων ἀναμε τρήσαντες συμφοράς. Μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ἔργον γεγόνασι ῥομφαίας· δεδαπάνηνται γὰρ τοῖς ξίφεσι τῶν καταπιπράντων πόλεις τε ὁμοῦ καὶ κώμας. Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτὴρ λέγων· "Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέ δων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύ ψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς." Εἰς τοσοῦτον γὰρ ἀθλιότητος καὶ ἀνηκέστου συμφορᾶς τὰ τῶν Ἰουδαίων κατηνέχθη πράγματα, ὥστε πολὺ δή τι τὸ ἄμεινον ἦν αὐτοῖς ὑπὸ πετρῶν καὶ ὀρῶν συν θραύεσθαι μᾶλλον, ἢ τοῖς ἀνημέροις ξίφεσι τῶν φο νώντων περιπεσεῖν. Ὅτι δὲ καὶ συνεκλείσθησαν, τουτέστι πεπολιόρκηνται, πάλιν ἡμᾶς ὁ τῆς ἐπ' αὐ τοῖς ἱστορίας διδάξει λόγος. "Οὐκοῦν σύγκλεισον, φησὶν, ἐξ ἐναντίας τῶν καταδιωκόντων με."] Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. (B f. 113 b) Τὴν οὕτω πικρὰν καὶ τό γε ἧκον εἰς αὐτοὺς ἀδιάφυκτον τῷ Σωτῆρι στήσαντες πάγην, οἷα τοῖς τοῦ θανάτου βρόχοις περιβαλόντες αὐτὸν, ᾐσχύν θησαν καὶ ἐνετράπησαν, ὅταν κατασείσας ὡς Θεὸς τοῦ θανάτου τὸ κράτος, ἤγειρεν τὸν ἑαυτοῦ ναόν. Ἀνεβίω γὰρ ἐκ νεκρῶν, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Τότε δὴ τότε κατῃσχύν θησαν μὲν καὶ ἐνετράπησαν, ὡς ἔφην· ἀπεστράφη σαν δὲ καὶ εἰς τὰ ὀπίσω. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. (B f. 113 b) Ἑπεὶ δὲ οὐ προσήκαντο τὴν πίστιν, ἀλλ' ἔκ τε τῶν ἐναντίων ἐζήτησαν αὐτοῦ τὴν ψυχὴν, ἀπεστράφησαν εἰς τὰ ὀπίσω· γεγόνασι γὰρ ἀπόβλη τοι, καὶ θεοστυγεῖς ἐκπεπτώκασι τῆς πρὸς Θεὸν οἰκειό τητος, ἄγευστοι τῶν τῆς ἐπιδημίας μεμενήκασιν ἀγαθῶν, καὶ πρὸς τούτοις πᾶν εἶδος ἀνηκέστου συμ φορᾶς αὐτοῖς ἐπενήνεκται. Καὶ πεπλήρωτο τὸ γε γραμμένον ἐπ' αὐτοῖς· "Καθὼς ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σοι·" καὶ πάλιν, "Οὐαὶ τῷ ἀνόμῳ, πονη ρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐ τῷ." Ἃ γὰρ συνέβη παθεῖν αὐτοὺς, εἰδόσι λέγειν περιττὸν οἶμαί που. Αἰσχυνθῆναι δὲ καὶ ἐντραπῆναι συνέβη, καὶ μὴν καὶ ὀπίσω πεσεῖν καὶ αὐτοῖς τοῖς ἀκαθάρτοις πνεύμασιν καὶ πρό γε τῶν ἄλλων τῷ Σα τανᾷ, οὗ τοῖς στρατηγήμασιν ἀκολουθήσαντες οἱ Ἰου 69.87 δαῖοι, σταυρῷ παρέδοσαν τὸν ἀρχηγὸν τῆς ζωῆς. Φαίη δ' ἂν, οἶμαι, τὶς καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς πρέπον ὅτι μάλιστα, τὴν τῶν προ κειμένων στίχων ἁρμόσαι δύναμιν. [Γενηθήτωσαν ὡσεὶ χνοῦς. Εἴρηταί που παρὰ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων προφη τῶν περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ὅτι "∆ιασπερῶ αὐτοὺς εἰς πάντα ἄνεμον." Οὐ γάρ τοι μεμενήκασιν ἐν ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις· ἐσκορπίσθησαν δὲ μᾶλλον, καὶ ἐπηλύται γεγόνασι ξένοι καὶ πάροι κοι, καὶ διαριπτούμενοι πανταχοῦ. Οὐκοῦν εἶεν ἂν ὡς χνοῦς, ὁ παντὶ πνεύματι παράφορος

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.