Psalm Λ∆ʹ rem early
Rem early: Psalm Λ∆ʹ; historia and theoria on the lemma toward Christ.
Greek
καὶ εὐρί πιστος. Οὕτω γάρ που καὶ ὁ Ψάλλων ἑτέρωθί που περὶ αὐτῶν φησιν· "Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς."] Καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. (B f. 114) Καὶ τὸ ἔτι τούτου φορτικώτερον· ἀγγέ λου γὰρ ἐπιπίπτοντος, καὶ πᾶσαν αὐτῶν ἐπισωρεύον τος θλίψιν, ταῖς ἁπασῶν ἐσχάταις ὑποκείσονται συμφοραῖς. Οὕτως ἀνῃρῆσθαί φαμεν καὶ τὰ τῶν Αἰγυπτίων πρωτότοκα· καὶ μὴν καὶ τὰς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, ὅτε Ῥα ψάκης παλιμφήμους ἠφίει φωνὰς, καὶ τῆς θείας ὑπεροχῆς ἀνοσίως κατεθρασύνετο. "Ἐξῆλθεν γὰρ ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμ βολῆς τῶν ἀλλοφύλων ρπεʹ χιλιάδας." Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος. (B. f. 114. b) Εὑρήσομεν πλεισταχοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τοῖς εὐαγγελικοῖς προστάγ μασιν τῆς αὐτοῦ παρουσίας, τῆς ἐν τῷδε τῷ κόσμῳ φημὶ, τὴν ὄνησιν ἐναργῆ 60 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καθιστῶντα καὶ λέγοντα· "Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα." Ἀπει- θήσαντες τοίνυν οἱ Ἰουδαῖοι τῷ ἀληθινῷ, καὶ τὸν τῆς ἑαυτῶν διανοίας καμμύοντες ὀφθαλμὸν μεμενήκασιν ἐν σκότῳ. Καὶ τοῦτο ἡμῖν προφητικῶς ἄνωθεν ἀν εκεκράγει λόγος· "Ὑπομεινάντων γὰρ αὐτῶν, φησὶν, φῶς ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρὶ περιεπάτησαν." Τὸ δὲ, ὑπομεινάντων, φησὶν ἀντὶ τοῦ, προσδοκησάντων. Καὶ ἅγγελος Κυρίου καταδιώκων αὐτούς. (B f. 114 b) Περιολισθαίνουσιν τοίνυν, καὶ ἐν σκότῳ βαδίζουσιν, συνελαύνοντος καὶ εἰς τοῦτο αὐ τοὺς ἀγγέλου Θεοῦ. Οὐ γὰρ δὴ συμπράττουσιν αὐτοῖς, ὡς ἔφην, αἱ λογικαί τε καὶ ἅγιαι δυνάμεις· ἀνταν ίστανται δὲ μᾶλλον ὡς μεμισημένοις παρὰ Χριστοῦ, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκσεσοβημένοις. Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθοράν. (B f. 114 b) Ἐγκαλεῖν ἔχοντες μηδὲν, εἰς τοσοῦτο καὶ σκαιότητος ἐννοιῶν καὶ μὴν καὶ θράσους καὶ ἀνοσίων καθήκοντο τολμημάτων, ὥστε καὶ θανάτου καὶ φθορᾶς αὐτῷ διαπῆξαι πάγην· καίτοι λέγοντι σαφῶς· "Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; 69.900 Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;" Ἔνθα δὲ ὅλως οὐκ ἦν ἁμαρτίας εὕρεσις, ἐκεῖ που πάντως ἐστὶν τῶν διωκόντων τὸ μῖσος ἀπροφάσιστον παντελῶς. Ἕδραν δὲ καὶ βάσιν ἤγουν, ἀφορμὴν, τὸ φονᾷν οὐκ ἔχει. Μάτην ὠνείδισαν τὴν ψυχήν μου. (B f. 114 b) Ἆρ' οὐ δωρεὰν, οὐ μάτην αὐτοῦ τὴν ψυχὴν ὠνείδιζον, ποτὲ μὲν Σαμαρείτην καὶ φιλοπό την εἶναι διαβεβαιούμενοι, ποτὲ δὲ καὶ δαιμόνιον ἔχειν λέγοντες, καὶ πλανᾷν τοὺς ὄχλους, καὶ μὴν καὶ ἐν τῷ Βεελζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημείας; Οὐκ οῦν ἁλοῖεν ἂν εἰκῆ καὶ μάτην ἐπ' αὐτῷ θρασυστο μήσαντες Ἰουδαῖοι, καὶ λαλήσαντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ἄραντές τε τὸ κέρας εἰς ὕψος, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. [Ἐλθέτω αὐτῷ παγὶς ἢν οὐ γινώσκει. Ἣν γὰρ οὐκ ἐγίνωσκον παγίδα, οὐκ ἃν πώποτε προσεδόκησαν, αὐτοῖς συμβήσεσθαι συμφορὰς, αὗται κατέλαβον αὐτούς. Ἐκβέβληνται γὰρ τοῦ καθηγεῖ σθαι λαῶν, μᾶλλον δὲ συνδιολώσασιν αὐτοῖς, ἔργον γεγονότες ἐχθρῶν ἥλωσαν, καὶ πεπόρθηνται, καὶ τί γὰρ οὐχὶ τῶν ἐσχάτων αὐτοῖς συνέβη κακῶν;] Καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. (B f. 115) Ἡ θήρα ἣν ἔκρυψαν τῷ Χριστῷ, αὕτη συνέλαβεν αὐτοὺς, καὶ τῇ ἰδίᾳ παγίδι συνεπε πτώκασιν. Τεθήρανται γὰρ, ὡς ἔφην, ὑπενηνεγμένοι ταῖς δίκαις, καὶ πεπτώκασιν ὑπὸ τὸ λίνον τῆς θείας ὀργῆς· ὡς γάρ φησιν ὁ Παροιμιαστὴς, "Οὐκ ἀδί κως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ οἱ φό νου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή." Γέγραπται δὲ πάλιν· "Ὁ κυλίων λίθον, ὑφ' ἑαυτῷ κυλίει." Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ. (B f. 115) Χρῆναί φημι διαμεμνῆσθαι τῶν λόγων ὧν ἐποιησάμην ἐν ἀρχαῖς τοῦ ψαλμοῦ. Ἔφην γὰρ ὅτι τὸ Χριστοῦ πρόσωπον εἰσκεκόμισται τῆς Ἰου δαίων ἀνοσιότητος, μονονουχὶ κατακεκραγὸς, πλὴν τοὺς τῇ κακώσει πρέποντας οὐ παραιτούμενον λόγους, ἀνθρωπίνως δὲ μᾶλλον ἢ θεοπρεπῶς διαλεγόμενον πλεισταχοῦ διὰ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυ στήριον. Ἰδοὺ γὰρ ἰδοὺ κἀνθάδε ἐπὶ τῷ σωτηρίῳ τοῦ Πατρὸς εὐφραίνεσθαί φησιν, ὡς παρ' αὐτοῦ δηλον ότι σεσωσμένος. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους, οἲ καὶ αὐτόπται καὶ ὑπηρέ ται γεγόνασι τοῦ Λόγου, καὶ ταμίαι γνήσιοι τῶν ἱερῶν κηρυγμάτων, ἐγηγέρθαι λέγοντες αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δόξαν τε καὶ κυριότητα λα βεῖν, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κ.τ.λ. (B f. 115) Ὅταν τί λέγῃ Χριστὸν ἀνθρωπίνως, τοῦτο ἡμεῖς ἁρπάζομεν εἰς ὄνησιν ἑαυτῶν. Τί δὲ δὴ 69.901 καί φησιν; "Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;" Ὅμοιον ὡσεὶ καὶ ἔφη τυχόν· Ἐξ ὅλης δυνάμεως καὶ ἰσχύος καὶ ἐξ αὐτῶν ὥσ περ τῶν ἐκ βάθους μυελῶν ποιήσομαι τὴν ὁμολογίαν· ἀπαράβλητον εἰς ἡμερότητα καὶ φιλανθρωπίαν ἀνα τίθησιν [οἱ] τῷ τῶν ὅλων κρατοῦντι καὶ βασιλεύοντι. Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. (B f. 115 b, C f. 73) Γενικὸς ὁ λόγος καὶ ἀληθὴς κατὰ πάντων. Τὸν γὰρ πτωχὸν τῷ πνεύματι. καὶ συνεσταλμένον ἔχοντα τὸ 61 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. φρόνημα, καὶ πᾶσαν ἐπὶ Θεῷ θέμενον τὴν ἐλπίδα, καταβιάζονταί τε καὶ διαρ πάζουσιν, βαρβάρων ἀγρίων ἐπιπηδῶντες δίκην, ἄνδρες ἀλιτήριοι καὶ διαβολικῶν σκεμμάτων ὑπουρ γοὶ, καὶ δαιμονιώδους μανίας ἐκμεμεστωμένοι· καὶ προσέτι τούτοις καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀπηνεστάτη πληθύς. Ἐπιτρίζουσι γὰρ τοὺς ὀδόν τας τοῖς εὐδοκιμεῖν ἐθέλουσιν, καὶ τοῖς θείοις νόμοις εὐήνιον ὑπέχουσι τὸν αὐχένα. Πλὴν οὐ κατὰ τὸ αὐ τοῖς δοκοῦν πάντως τὸ τῶν πραγμάτων ἔρχεται πέ ρας· σώζει γὰρ τοὺς δικαίους ὁ πανσθενὴς τοῦ Θεοῦ Λόγος. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἂ οὐκ ἐγίνω σκον ἠρώτων με. (B f. 115 b) Ἐνταῦθα σαφῶς τῆς Ἰουδαϊκῆς ἀνοσιότητος διαμνημονεύει Χριστὸς, καὶ τῶν εἰς αὐτὸν πεπαρῳνημένων ποιεῖται κατάλογον. Σεσυκοφαντή κασιν μὲν γὰρ αὐτὸν Πιλάτῳ προσάγοντες οἱ τῶν Ἰουδαίων καθηγηταί. Εἰσεκόμισαν γὰρ ψευδομαρτυ ροῦντάς τινας· "Οὗτος ἔφη, ὅτι ∆ύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῆσαι αὐτόν." Καὶ αὐτοὶ δὲ τὰς αἰτίας εἰπεῖν ἐξαιτούμε νοι δι' ἃς ἐπεφωνοῦντο, "Ἆραι, ἆραι, σταυροῦ αὐ τὸν," κατεψεύδοντο λέγοντες, ὅτι "Κωλύει φόρους διδόναι Καίσαρι, καὶ ὅτι ἀνασείει τοὺς ὄχλους." Σεσυκοφαντήκασι δὲ καὶ πρὸ τοῦ τιμίου σταυροῦ, καὶ καθ' ἑτέρους τρόπους· ἔφασκον γὰρ τοῖς ὑπὸ χεῖρα λαοῖς· "Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυεν τὸ Σάββατον." ∆ιετείνοντο δὲ ὅτι καὶ δαιμόνιον ἔχει καὶ μαίνεται, φάγον τε καὶ οἰνοπότην, ἐνεργοῦντά τε διὰ τοῦ Βεελζεβοὺλ, ὠνόμαζον αὐτόν. [Ἀνταπεδίδοσάν μοι πονηρά. Εὐεργετοῦντα γὰρ ἐλοιδόρουν, παρακαλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον αὐτὸν, νουθετοῦντα παν σόφως, καὶ ἐμβιβάζοντα
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.