Expositio in Psalmos Psalm ΛΕʹ opening
Psalm ΛΕʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΛΕʹ. — Τῷ δούλῳ Κυρίου τῷ ∆αβὶδ,
Greek
ΨΑΛΜΟΣ ΛΕʹ. Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου τῷ ∆αβίδ. (A f. 186, C f. 74 b) Καὶ οὕτω μὲν ἱστορικώτερον, 69.913 ὑψηλότερον δὲ κατηγορίαν ὁ ψαλμὸς περιέχει τῆς ὑπερηφανίας τοῦ λαοῦ Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον, καὶ μὴν ὑμνολογίαν τῶν δικαίων κριμάτων, δι' ὧν ἔσωσε τὴν ὑπ' οὐρανὸν ὁ Κύριος· πρὸς δὲ τού τοις εὐχαριστίαν πρὸς τὸν Πατέρα ὑπὲρ ὧν εὐηργέ τησε διὰ τοῦ Υἱοῦ· ἐφ' ἅπασι δὲ τούτοις εὐχὴν ἀσφα λιζομένην τοῦ μὴ πεσεῖν εἰς ὑπερηφανίαν. Τὸ μὲν οὖν εἰς τέλος, ὅ τί ποτέ ἐστι, πολλάκις εἴρηται, καὶ φορτικὸν ἴσως τὸ ταυτολογεῖν. Τό γε μὴν ἐπιγε 65 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γράφθαι "Τῷ δούλῳ Κυρίου τῷ ∆αβὶδ," διαδείκνυ σιν ὅτι πρέποι ἂν τὴν ᾠδὴν ἀνακεῖσθαι τῷ προσώπῳ τοῦ θεσπεσίου ∆αβὶδ, ἅτε δὴ καὶ ἁγίῳ γεγονότι καὶ τῆς ἑαυτοῦ διανοίας τὸν αὐχένα τοῖς θείοις ὑποτιθέντι ζυγοῖς. Ἔφη γὰρ περὶ αὐτοῦ πρὸς τὸν Σαμουὴλ ὁ Θεός· "Εὗρον ∆αβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου." Εἰ δὲ δή τις εἴη καὶ ἕτερος δοῦλος Θεοῦ, καὶ πολιτείαν ἔχων ἁγιοπρεπῆ, κεχρήσεται καὶ αὐτὸς τῇ τοιᾷδε προσευχῇ πρὸς τὸν Θεόν· περιέχει γὰρ αὐτῆς ἡ δύ ναμις ψόγον μὲν τῶν ὁλοτρόπως κεκλικότων εἰς τὸ πλημμελεῖν. Εἶτα τὴν τοῦ Θεοῦ γαληνότητα τοῖς αὐτῇ πρέπουσιν ἐπαίνοις στεφανοῖ, καὶ καθίστησιν ἐραστὰς τῆς παρ' αὐτοῦ μεγαλοδωρεᾶς τοὺς μονοτρόπως αὐτῷ δουλεύοντας καὶ τὴν οἰκείαν αὐτῷ ζωὴν ἀνατεθεικό τας. Πρὸς δὲ τῷ τέλει, τὰ τοῖς παρανόμοις συμβησό μενα δηλοῖ· συνελαύνων πανταχόθεν ἑαυτόν τε καὶ τοὺς ἐντευξομένους, εἰς ὁσίαν καὶ ἀβέβηλον ζωήν. Ἄρχεται δὲ οὕτως τῆς προσευχῆς. Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. (A f. 186 b, B f. 121, C f. 75) Τουτέστιν ἡγεῖται μηδένα βλέπειν αὐτοῦ τὰ βουλεύματα· ἅπαξ δὲ προθέμενος τοῦ παρανομεῖν, ἔξω τῶν ὀφθαλμῶν αὐ τοῦ τὸν τοῦ Θεοῦ τίθεται φόβον. Φαμὲν δὲ εἶναι παράνομον τὸν τοῖς θείοις νόμοις εἰς ἅπαν ἀπειρη κότα, ὡς μηδὲ εἶναι θέλειν αὐτοὺς, ἀγέρωχον δὲ παντελῶς καὶ ἐξίτηλον διαβιῶναι ζωὴν, καὶ οἷον ἀμεταστρεπτὶ τρέχουσαν εἰς πέταυρον ᾅδου, καὶ εἰς παγίδα θανάτου. Τῶν οὕτω βιοῦν εἰωθότων μέμνηταί που τὸ Γράμμα τὸ ἱερὸν, οὕτω τέ φησιν περὶ ἑκά στου· "Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ' ἐμοῦ, εἰδέναι ὁδούς σου οὐ βούλομαι." Ὁ τοιοῦτος τετύφλωται, φησὶ, καὶ τοῖς τῆς διανοίας ὄμμασι τὸν τοῦ Θεοῦ φό βον οὐχ' ὁρᾷ, δι' οὗπερ ἂν γένοιτο θερμὴ μὲν ἔφεσις εἰς ἀγαθουργίαν, ἄμαχος δέ τις καὶ δυσάντητος προ θυμία πρός γε τὸ χρῆναι βιῶναι λαμπρῶς. Οἱ γὰρ ἀφοβίαν Θεοῦ νοσοῦντες, οὐδὲν μὲν εἶδος κακίας ὀκνοῦσι· κρύπτουσι δὲ ὑπὸ φόβου πολλάκις ἢ αἰσχύ νης τῷ πλησίον κωλυόμενοι ταύτην ἐξαγαγεῖν. 69.916 Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ. Ἑτέραν ἀποδίδωσι πρόφασιν τῆς ἀρτίως ἡμῖν εἰ ρημένης νόσου. Οὐ γὰρ πεπόρευται, φησὶ, μετὰ ἀληθείας ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Τοῦτο γὰρ, "Ἐδό λωσε," κατασημαίνειεν ἂν, οἶμαί που. Ἀκολουθεῖ δὲ πλειστάκις τοῦ παρανομεῖν εἰωθόσι, καὶ βούλεσθαί τινα δόξαν ἔχειν ἐπιεικείας ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ ὑποκρίνεσθαι μὲν τὸ εἶναι χρηστοὶ, δόλον δὲ ὥσπερ καὶ ἀπάτην ἐργάζεσθαι, οὐχ ὅπερ εἰσὶ κατὰ ἀλήθειαν ὁρᾶσθαι ζητῶντες, ὑποκλέπτοντες δὲ μᾶλλον τῆς ἐπιεικείας τὴν δόξαν. Ἴδοι δ' ἄν τις τοιοῦτον καὶ δι' ὧν αἰσχύνεται τὸ δοκεῖν εἶναι κακὸς, τῆς ἑαυτοῦ ζωῆς τὸ ἀτερπὲς καθορίζοντα. Εἰ γὰρ οἶδεν ὅτι κοσμεῖ ἡ ἁμαρτία, πῶς αὐτὴν ἡγεῖται φευκτήν; Εἰ δὲ τοῖς ἰδίοις τρόποις ἐπερυθριᾷ, ψηφοφορεῖ καθ' ἑαυτοῦ τῆς παρανομίας τὰ ἐγκλήματα. ∆εῖ δὴ οὖν ἄρα βιοῦν ἡμᾶς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ δίχα δόλου παντὸς, ἵν' εὑρεθῶμεν κατὰ τὸν μακάριον Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Σωτήρ· "Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν." Τοῦ εὐρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. (B f. 121 b) Εἰ ἔσχεν ἐν ὀφθαλμοῖς τὸν τοῦ Θεοῦ φόβον, εὗρεν ἂν τὴν ἀνομίαν ἑαυτοῦ, καὶ ἐμίσησεν αὐτὴν, ὥστε καὶ ἀποφοιτῆσαι μὲν τῆς εἰς τὰ φαῦλα ῥοπῆς, μεθορμισθῆναι δὲ πρὸς ἀγαθουργίαν, καὶ οἷον ἐκ βυθοῦ κακῶν ἀνενεγκεῖν δύνασθαι πρὸς ἀγαθὴν καὶ φιλάρετον ἕξιν τε καὶ ζωήν. Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. (B f. 121 b) Πάμμεγα πρὸς ἐγκλήματος δύναμιν τὸ μηδὲ ἀνασχέσθαι μαθεῖν τίνα τρόπον χρηστὸς ἂν καὶ ἀγαθουργός· καὶ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.